<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.488-23.10</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.488-23.10</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="22" type="textpart" subtype="book"><q type="unspecified"><l n="488">μηδʼ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους</l><l n="489">ἕσταθʼ ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη.</l></q><l n="490"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="491">πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.</l></q><l n="492"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια,</l><l n="493">ἤνεικεν δʼ ἄρα πῦρ καὶ θήϊον· αὐτὰρ Ὀδυσσεὺς</l><l n="494">εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.</l><l n="495">γρηῢς δʼ αὖτʼ ἀπέβη διὰ δώματα κάλʼ Ὀδυσῆος</l><l n="496">ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι·</l><l n="497">αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.</l><l n="498">αἱ μὲν ἄρʼ ἀμφεχέοντο καὶ ἠσπάζοντʼ Ὀδυσῆα,</l><l n="499">καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήν τε καὶ ὤμους</l><l n="500">χεῖράς τʼ αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει</l><l n="501">κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δʼ ἄρα φρεσὶ πάσας.</l></div><div n="23" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">γρηῢς δʼ εἰς ὑπερῷʼ ἀνεβήσετο καγχαλόωσα,</l><l n="2">δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα·</l><l n="3">γούνατα δʼ ἐρρώσαντο, πόδες δʼ ὑπερικταίνοντο.</l><l n="4">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="5"><milestone unit="para" ed="P"/>ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι</l><l n="6">ὀφθαλμοῖσι τεοῖσι τά τʼ ἔλδεαι ἤματα πάντα.</l><l n="7">ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών.</l><l n="8">μνηστῆρας δʼ ἔκτεινεν ἀγήνορας, οἵ θʼ ἑὸν οἶκον</l><l n="9">κήδεσκον καὶ κτήματʼ ἔδον βιόωντό τε παῖδα.</l></q><l n="10">τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>