<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.463-23.44</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.463-23.44</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="22" type="textpart" subtype="book"><q type="unspecified"><l n="463">τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατʼ ὀνείδεα χεῦαν</l><l n="464">μητέρι θʼ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον.</l></q><milestone n="465" unit="card" ed="p"/><l n="465"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο</l><l n="466">κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο,</l><l n="467">ὑψόσʼ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο.</l><l n="468">ὡς δʼ ὅτʼ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι</l><l n="469">ἕρκει ἐνιπλήξωσι, τό θʼ ἑστήκῃ ἐνὶ θάμνῳ,</l><l n="470">αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος,</l><l n="471">ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις</l><l n="472">δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.</l><l n="473">ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν.</l><l n="474"><milestone unit="para" ed="P"/>ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν·</l><l n="475">τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ</l><l n="476">τάμνον, μήδεά τʼ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι,</l><l n="477">χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.</l><l n="478"><milestone unit="para" ed="P"/>οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τε</l><l n="479">εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον·</l><l n="480">αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν·</l><q type="unspecified"><l n="481">οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ,</l><l n="482">ὄφρα θεειώσω μέγαρον· σὺ δὲ Πηνελόπειαν</l><l n="483">ἐλθεῖν ἐνθάδʼ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί·</l><l n="484">πάσας δʼ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.</l></q><l n="485">τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="486">ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες.</l><l n="487">ἀλλʼ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐνείκω,</l><l n="488">μηδʼ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους</l><l n="489">ἕσταθʼ ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη.</l></q><l n="490"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="491">πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.</l></q><l n="492"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια,</l><l n="493">ἤνεικεν δʼ ἄρα πῦρ καὶ θήϊον· αὐτὰρ Ὀδυσσεὺς</l><l n="494">εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.</l><l n="495">γρηῢς δʼ αὖτʼ ἀπέβη διὰ δώματα κάλʼ Ὀδυσῆος</l><l n="496">ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι·</l><l n="497">αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.</l><l n="498">αἱ μὲν ἄρʼ ἀμφεχέοντο καὶ ἠσπάζοντʼ Ὀδυσῆα,</l><l n="499">καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήν τε καὶ ὤμους</l><l n="500">χεῖράς τʼ αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει</l><l n="501">κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δʼ ἄρα φρεσὶ πάσας.</l></div><div n="23" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">γρηῢς δʼ εἰς ὑπερῷʼ ἀνεβήσετο καγχαλόωσα,</l><l n="2">δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα·</l><l n="3">γούνατα δʼ ἐρρώσαντο, πόδες δʼ ὑπερικταίνοντο.</l><l n="4">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="5"><milestone unit="para" ed="P"/>ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι</l><l n="6">ὀφθαλμοῖσι τεοῖσι τά τʼ ἔλδεαι ἤματα πάντα.</l><l n="7">ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών.</l><l n="8">μνηστῆρας δʼ ἔκτεινεν ἀγήνορας, οἵ θʼ ἑὸν οἶκον</l><l n="9">κήδεσκον καὶ κτήματʼ ἔδον βιόωντό τε παῖδα.</l></q><l n="10">τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="11">μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται</l><l n="12">ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλʼ ἐόντα,</l><l n="13">καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν·</l><l n="14">οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα.</l><l n="15">τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν</l><l n="16">ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μʼ ἀνεγείρεις</l><l n="17">ἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας;</l><l n="18">οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς</l><l n="19">ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.</l><l n="20">ἀλλʼ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.</l><l n="21">εἰ γάρ τίς μʼ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,</l><l n="22">ταῦτʼ ἐλθοῦσʼ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν,</l><l n="23">τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι</l><l n="24">αὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.</l></q><l n="25">τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="26">οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλʼ ἔτυμόν τοι</l><l n="27">ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,</l><l n="28">ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.</l><l n="29">Τηλέμαχος δʼ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,</l><l n="30">ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,</l><l n="31">ὄφρʼ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.</l></q><l n="32"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, ἡ δʼ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα</l><l n="33">γρηῒ περιπλέχθη, βλεφάρων δʼ ἀπὸ δάκρυον ἧκεν·</l><l n="34">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="35"><milestone unit="para" ed="P"/>εἰ δʼ ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς
                     ἐνίσπες,</l><l n="36">εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις,</l><l n="37">ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε</l><l n="38">μοῦνος ἐών, οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.</l></q><l n="39"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="40">οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα</l><l n="41">κτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων</l><l n="42">ἥμεθʼ ἀτυζόμεναι, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι,</l><l n="43">πρίν γʼ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε</l><l n="44">Τηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>