<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.433-22.461</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.433-22.461</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="22" type="textpart" subtype="book"><l n="433"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="434">ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.</l><l n="435">αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην</l><l n="436">εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="437"><milestone unit="para" ed="P"/>ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε
                     γυναῖκας·</l><l n="438">αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας</l><l n="439">ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.</l><l n="440">αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,</l><l n="441">δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,</l><l n="442">μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,</l><l n="443">θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων</l><l n="444">ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντʼ Ἀφροδίτης,</l><l n="445">τὴν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη.</l></q><l n="446"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,</l><l n="447">αἴνʼ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.</l><l n="448">πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας,</l><l n="449">κὰδ δʼ ἄρʼ ὑπʼ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς,</l><l n="450">ἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δʼ Ὀδυσσεὺς</l><l n="451">αὐτὸς ἐπισπέρχων· ταὶ δʼ ἐκφόρεον καὶ ἀνάγκῃ.</l><l n="452">αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας</l><l n="453">ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.</l><l n="454">αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς</l><l n="455">λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο</l><l n="456">ξῦον· ταὶ δʼ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε.</l><l n="457">αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο,</l><l n="458">δμῳὰς δʼ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,</l><l n="459">μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,</l><l n="460">εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι.</l><l n="461">τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχʼ ἀγορεύειν·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>