<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.416-22.445</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.416-22.445</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="22" type="textpart" subtype="book"><q type="unspecified"><l n="416">τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.</l><l n="417">ἀλλʼ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,</l><l n="418">αἵ τέ μʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν.</l></q><l n="419"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="420">τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.</l><l n="421">πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες</l><l n="422">δμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι,</l><l n="423">εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·</l><l n="424">τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,</l><l n="425">οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν.</l><l n="426">Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ</l><l n="427">σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.</l><l n="428">ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόεντα</l><l n="429">εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.</l></q><milestone n="430" unit="card" ed="p"/><l n="430"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l><q type="unspecified"><l n="431">μή πω τήνδʼ ἐπέγειρε· σὺ δʼ ἐνθάδε εἰπὲ γυναιξὶν</l><l n="432">ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.</l></q><l n="433"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="434">ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.</l><l n="435">αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην</l><l n="436">εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="437"><milestone unit="para" ed="P"/>ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε
                     γυναῖκας·</l><l n="438">αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας</l><l n="439">ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.</l><l n="440">αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,</l><l n="441">δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,</l><l n="442">μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,</l><l n="443">θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων</l><l n="444">ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντʼ Ἀφροδίτης,</l><l n="445">τὴν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>