<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.398-23.60</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.398-23.60</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="22" type="textpart" subtype="book"><l n="398"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,</l><l n="399">ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,</l><l n="400">βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν.</l><l n="401">εὗρεν ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,</l><l n="402">αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα,</l><l n="403">ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο·</l><l n="404">πᾶν δʼ ἄρα οἱ στῆθός τε παρήϊά τʼ ἀμφοτέρωθεν</l><l n="405">αἱματόεντα πέλει, δεινὸς δʼ εἰς ὦπα ἰδέσθαι·</l><l n="406">ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.</l><l n="407">ἡ δʼ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,</l><l n="408">ἴθυσέν ῥʼ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον·</l><l n="409">ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ,</l><l n="410">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="411"><milestone unit="para" ed="P"/>ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδʼ ὀλόλυζε·</l><l n="412">οὐχ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι.</l><l n="413">τούσδε δὲ μοῖρʼ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα·</l><l n="414">οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,</l><l n="415">οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·</l><l n="416">τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.</l><l n="417">ἀλλʼ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,</l><l n="418">αἵ τέ μʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν.</l></q><l n="419"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="420">τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.</l><l n="421">πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες</l><l n="422">δμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι,</l><l n="423">εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·</l><l n="424">τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,</l><l n="425">οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν.</l><l n="426">Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ</l><l n="427">σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.</l><l n="428">ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόεντα</l><l n="429">εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.</l></q><milestone n="430" unit="card" ed="p"/><l n="430"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l><q type="unspecified"><l n="431">μή πω τήνδʼ ἐπέγειρε· σὺ δʼ ἐνθάδε εἰπὲ γυναιξὶν</l><l n="432">ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.</l></q><l n="433"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="434">ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.</l><l n="435">αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην</l><l n="436">εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="437"><milestone unit="para" ed="P"/>ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε
                     γυναῖκας·</l><l n="438">αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας</l><l n="439">ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.</l><l n="440">αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,</l><l n="441">δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,</l><l n="442">μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,</l><l n="443">θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων</l><l n="444">ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντʼ Ἀφροδίτης,</l><l n="445">τὴν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη.</l></q><l n="446"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,</l><l n="447">αἴνʼ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.</l><l n="448">πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας,</l><l n="449">κὰδ δʼ ἄρʼ ὑπʼ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς,</l><l n="450">ἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δʼ Ὀδυσσεὺς</l><l n="451">αὐτὸς ἐπισπέρχων· ταὶ δʼ ἐκφόρεον καὶ ἀνάγκῃ.</l><l n="452">αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας</l><l n="453">ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.</l><l n="454">αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς</l><l n="455">λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο</l><l n="456">ξῦον· ταὶ δʼ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε.</l><l n="457">αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο,</l><l n="458">δμῳὰς δʼ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,</l><l n="459">μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,</l><l n="460">εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι.</l><l n="461">τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχʼ ἀγορεύειν·</l><q type="unspecified"><l n="462"><milestone unit="para" ed="P"/>μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην</l><l n="463">τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατʼ ὀνείδεα χεῦαν</l><l n="464">μητέρι θʼ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον.</l></q><milestone n="465" unit="card" ed="p"/><l n="465"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο</l><l n="466">κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο,</l><l n="467">ὑψόσʼ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο.</l><l n="468">ὡς δʼ ὅτʼ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι</l><l n="469">ἕρκει ἐνιπλήξωσι, τό θʼ ἑστήκῃ ἐνὶ θάμνῳ,</l><l n="470">αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος,</l><l n="471">ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις</l><l n="472">δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.</l><l n="473">ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν.</l><l n="474"><milestone unit="para" ed="P"/>ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν·</l><l n="475">τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ</l><l n="476">τάμνον, μήδεά τʼ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι,</l><l n="477">χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.</l><l n="478"><milestone unit="para" ed="P"/>οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τε</l><l n="479">εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον·</l><l n="480">αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν·</l><q type="unspecified"><l n="481">οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ,</l><l n="482">ὄφρα θεειώσω μέγαρον· σὺ δὲ Πηνελόπειαν</l><l n="483">ἐλθεῖν ἐνθάδʼ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί·</l><l n="484">πάσας δʼ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.</l></q><l n="485">τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="486">ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες.</l><l n="487">ἀλλʼ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐνείκω,</l><l n="488">μηδʼ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους</l><l n="489">ἕσταθʼ ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη.</l></q><l n="490"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="491">πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.</l></q><l n="492"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια,</l><l n="493">ἤνεικεν δʼ ἄρα πῦρ καὶ θήϊον· αὐτὰρ Ὀδυσσεὺς</l><l n="494">εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.</l><l n="495">γρηῢς δʼ αὖτʼ ἀπέβη διὰ δώματα κάλʼ Ὀδυσῆος</l><l n="496">ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι·</l><l n="497">αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.</l><l n="498">αἱ μὲν ἄρʼ ἀμφεχέοντο καὶ ἠσπάζοντʼ Ὀδυσῆα,</l><l n="499">καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήν τε καὶ ὤμους</l><l n="500">χεῖράς τʼ αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει</l><l n="501">κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δʼ ἄρα φρεσὶ πάσας.</l></div><div n="23" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">γρηῢς δʼ εἰς ὑπερῷʼ ἀνεβήσετο καγχαλόωσα,</l><l n="2">δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα·</l><l n="3">γούνατα δʼ ἐρρώσαντο, πόδες δʼ ὑπερικταίνοντο.</l><l n="4">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="5"><milestone unit="para" ed="P"/>ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι</l><l n="6">ὀφθαλμοῖσι τεοῖσι τά τʼ ἔλδεαι ἤματα πάντα.</l><l n="7">ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών.</l><l n="8">μνηστῆρας δʼ ἔκτεινεν ἀγήνορας, οἵ θʼ ἑὸν οἶκον</l><l n="9">κήδεσκον καὶ κτήματʼ ἔδον βιόωντό τε παῖδα.</l></q><l n="10">τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="11">μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται</l><l n="12">ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλʼ ἐόντα,</l><l n="13">καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν·</l><l n="14">οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα.</l><l n="15">τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν</l><l n="16">ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μʼ ἀνεγείρεις</l><l n="17">ἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας;</l><l n="18">οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς</l><l n="19">ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.</l><l n="20">ἀλλʼ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.</l><l n="21">εἰ γάρ τίς μʼ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,</l><l n="22">ταῦτʼ ἐλθοῦσʼ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν,</l><l n="23">τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι</l><l n="24">αὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.</l></q><l n="25">τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="26">οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλʼ ἔτυμόν τοι</l><l n="27">ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,</l><l n="28">ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.</l><l n="29">Τηλέμαχος δʼ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,</l><l n="30">ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,</l><l n="31">ὄφρʼ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.</l></q><l n="32"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, ἡ δʼ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα</l><l n="33">γρηῒ περιπλέχθη, βλεφάρων δʼ ἀπὸ δάκρυον ἧκεν·</l><l n="34">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="35"><milestone unit="para" ed="P"/>εἰ δʼ ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς
                     ἐνίσπες,</l><l n="36">εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις,</l><l n="37">ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε</l><l n="38">μοῦνος ἐών, οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.</l></q><l n="39"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="40">οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα</l><l n="41">κτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων</l><l n="42">ἥμεθʼ ἀτυζόμεναι, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι,</l><l n="43">πρίν γʼ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε</l><l n="44">Τηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.</l><l n="45">εὗρον ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν</l><l n="46">ἑσταόθʼ· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες,</l><l n="47">κείατʼ ἐπʼ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης.</l><milestone n="49" unit="card" ed="p"/><l n="48">νῦν δʼ οἱ μὲν δὴ πάντες ἐπʼ αὐλείῃσι θύρῃσιν</l><l n="50">ἀθρόοι, αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλές,</l><l n="51">πῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι.</l><l n="52">ἀλλʼ ἕπευ, ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτον</l><l n="53">ἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε.</l><l n="54">νῦν δʼ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται·</l><l n="55">ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ</l><l n="56">καὶ παῖδʼ ἐν μεγάροισι· κακῶς δʼ οἵ πέρ μιν ἔρεζον</l><l n="57">μνηστῆρες, τοὺς πάντας ἐτίσατο ᾧ ἐνὶ οἴκῳ.</l></q><l n="58"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="59">μαῖα φίλη, μή πω μέγʼ ἐπεύχεο καγχαλόωσα.</l><l n="60">οἶσθα γὰρ ὥς κʼ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>