<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.392-22.415</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.392-22.415</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="22" type="textpart" subtype="book"><q type="unspecified"><l n="392">ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.</l></q><l n="393">ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,</l><l n="394">κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν·</l><q type="unspecified"><l n="395"><milestone unit="para" ed="P"/>δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε
                     γυναικῶν</l><l n="396">δμῳάων σκοπός ἐσσι κατὰ μέγαρʼ ἡμετεράων·</l><l n="397">ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.</l></q><l n="398"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,</l><l n="399">ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,</l><l n="400">βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν.</l><l n="401">εὗρεν ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,</l><l n="402">αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα,</l><l n="403">ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο·</l><l n="404">πᾶν δʼ ἄρα οἱ στῆθός τε παρήϊά τʼ ἀμφοτέρωθεν</l><l n="405">αἱματόεντα πέλει, δεινὸς δʼ εἰς ὦπα ἰδέσθαι·</l><l n="406">ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.</l><l n="407">ἡ δʼ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,</l><l n="408">ἴθυσέν ῥʼ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον·</l><l n="409">ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ,</l><l n="410">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="411"><milestone unit="para" ed="P"/>ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδʼ ὀλόλυζε·</l><l n="412">οὐχ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι.</l><l n="413">τούσδε δὲ μοῖρʼ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα·</l><l n="414">οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,</l><l n="415">οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>