<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.386-22.430</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.386-22.430</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="22" type="textpart" subtype="book"><l n="386">δικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες</l><l n="387">κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται·</l><l n="388">τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν·</l><l n="389">ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο.</l><l n="390">δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="391"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, εἰ δʼ ἄγε μοι κάλεσον τροφὸν
                     Εὐρύκλειαν,</l><l n="392">ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.</l></q><l n="393">ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,</l><l n="394">κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν·</l><q type="unspecified"><l n="395"><milestone unit="para" ed="P"/>δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε
                     γυναικῶν</l><l n="396">δμῳάων σκοπός ἐσσι κατὰ μέγαρʼ ἡμετεράων·</l><l n="397">ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.</l></q><l n="398"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,</l><l n="399">ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,</l><l n="400">βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν.</l><l n="401">εὗρεν ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,</l><l n="402">αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα,</l><l n="403">ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο·</l><l n="404">πᾶν δʼ ἄρα οἱ στῆθός τε παρήϊά τʼ ἀμφοτέρωθεν</l><l n="405">αἱματόεντα πέλει, δεινὸς δʼ εἰς ὦπα ἰδέσθαι·</l><l n="406">ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.</l><l n="407">ἡ δʼ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,</l><l n="408">ἴθυσέν ῥʼ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον·</l><l n="409">ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ,</l><l n="410">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="411"><milestone unit="para" ed="P"/>ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδʼ ὀλόλυζε·</l><l n="412">οὐχ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι.</l><l n="413">τούσδε δὲ μοῖρʼ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα·</l><l n="414">οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,</l><l n="415">οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·</l><l n="416">τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.</l><l n="417">ἀλλʼ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,</l><l n="418">αἵ τέ μʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν.</l></q><l n="419"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="420">τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.</l><l n="421">πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες</l><l n="422">δμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι,</l><l n="423">εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·</l><l n="424">τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,</l><l n="425">οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν.</l><l n="426">Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ</l><l n="427">σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.</l><l n="428">ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόεντα</l><l n="429">εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.</l></q><milestone n="430" unit="card" ed="p"/><l n="430"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>