<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.350-22.406</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.350-22.406</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="22" type="textpart" subtype="book"><q type="unspecified"><l n="350">καί κεν Τηλέμαχος τάδε γʼ εἴποι, σὸς φίλος υἱός,</l><l n="351">ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων</l><l n="352">πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,</l><l n="353">ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.</l></q><l n="354"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο,</l><l n="355">αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα·</l><q type="unspecified"><l n="356"><milestone unit="para" ed="P"/>ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ·</l><l n="357">καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ</l><l n="358">οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,</l><l n="359">εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,</l><l n="360">ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.</l></q><l n="361"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς·</l><l n="362">πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα</l><l n="363">ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.</l><l n="364">αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείην.</l><l n="365">Τηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων,</l><l n="366">καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="367"><milestone unit="para" ed="P"/>ὦ φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ
                     πατρὶ</l><l n="368">μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,</l><l n="369">ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον</l><l n="370">κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.</l></q><l n="371"><milestone unit="para" ed="P"/>τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="372">θάρσει, ἐπεὶ δή σʼ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν,</l><l n="373">ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,</l><l n="374">ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων.</l><l n="375">ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε</l><l n="376">ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,</l><l n="377">ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.</l></q><milestone n="378" unit="card" ed="p"/><l n="378"><milestone unit="para" ed="P"/>ὣς φάτο, τὼ δʼ ἔξω βήτην μεγάροιο κιόντε,</l><l n="379">ἑζέσθην δʼ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,</l><l n="380">πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.</l><l n="381">πάπτηνεν δʼ Ὀδυσεὺς καθʼ ἑὸν δόμον, εἴ τις ἔτʼ ἀνδρῶν</l><l n="382">ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.</l><l n="383">τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι</l><l n="384">πεπτεῶτας πολλούς, ὥστʼ ἰχθύας, οὕς θʼ ἁλιῆες</l><l n="385">κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης</l><l n="386">δικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες</l><l n="387">κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται·</l><l n="388">τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν·</l><l n="389">ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο.</l><l n="390">δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="391"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, εἰ δʼ ἄγε μοι κάλεσον τροφὸν
                     Εὐρύκλειαν,</l><l n="392">ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.</l></q><l n="393">ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,</l><l n="394">κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν·</l><q type="unspecified"><l n="395"><milestone unit="para" ed="P"/>δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε
                     γυναικῶν</l><l n="396">δμῳάων σκοπός ἐσσι κατὰ μέγαρʼ ἡμετεράων·</l><l n="397">ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.</l></q><l n="398"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,</l><l n="399">ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,</l><l n="400">βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν.</l><l n="401">εὗρεν ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,</l><l n="402">αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα,</l><l n="403">ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο·</l><l n="404">πᾶν δʼ ἄρα οἱ στῆθός τε παρήϊά τʼ ἀμφοτέρωθεν</l><l n="405">αἱματόεντα πέλει, δεινὸς δʼ εἰς ὦπα ἰδέσθαι·</l><l n="406">ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>