<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.347-22.478</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.347-22.478</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="22" type="textpart" subtype="book"><q type="unspecified"><l n="347">αὐτοδίδακτος δʼ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας</l><l n="348">παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν</l><l n="349">ὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι.</l><l n="350">καί κεν Τηλέμαχος τάδε γʼ εἴποι, σὸς φίλος υἱός,</l><l n="351">ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων</l><l n="352">πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,</l><l n="353">ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.</l></q><l n="354"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο,</l><l n="355">αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα·</l><q type="unspecified"><l n="356"><milestone unit="para" ed="P"/>ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ·</l><l n="357">καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ</l><l n="358">οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,</l><l n="359">εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,</l><l n="360">ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.</l></q><l n="361"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς·</l><l n="362">πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα</l><l n="363">ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.</l><l n="364">αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείην.</l><l n="365">Τηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων,</l><l n="366">καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="367"><milestone unit="para" ed="P"/>ὦ φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ
                     πατρὶ</l><l n="368">μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,</l><l n="369">ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον</l><l n="370">κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.</l></q><l n="371"><milestone unit="para" ed="P"/>τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="372">θάρσει, ἐπεὶ δή σʼ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν,</l><l n="373">ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,</l><l n="374">ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων.</l><l n="375">ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε</l><l n="376">ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,</l><l n="377">ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.</l></q><milestone n="378" unit="card" ed="p"/><l n="378"><milestone unit="para" ed="P"/>ὣς φάτο, τὼ δʼ ἔξω βήτην μεγάροιο κιόντε,</l><l n="379">ἑζέσθην δʼ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,</l><l n="380">πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.</l><l n="381">πάπτηνεν δʼ Ὀδυσεὺς καθʼ ἑὸν δόμον, εἴ τις ἔτʼ ἀνδρῶν</l><l n="382">ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.</l><l n="383">τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι</l><l n="384">πεπτεῶτας πολλούς, ὥστʼ ἰχθύας, οὕς θʼ ἁλιῆες</l><l n="385">κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης</l><l n="386">δικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες</l><l n="387">κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται·</l><l n="388">τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν·</l><l n="389">ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο.</l><l n="390">δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="391"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, εἰ δʼ ἄγε μοι κάλεσον τροφὸν
                     Εὐρύκλειαν,</l><l n="392">ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.</l></q><l n="393">ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,</l><l n="394">κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν·</l><q type="unspecified"><l n="395"><milestone unit="para" ed="P"/>δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε
                     γυναικῶν</l><l n="396">δμῳάων σκοπός ἐσσι κατὰ μέγαρʼ ἡμετεράων·</l><l n="397">ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.</l></q><l n="398"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,</l><l n="399">ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,</l><l n="400">βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν.</l><l n="401">εὗρεν ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,</l><l n="402">αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα,</l><l n="403">ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο·</l><l n="404">πᾶν δʼ ἄρα οἱ στῆθός τε παρήϊά τʼ ἀμφοτέρωθεν</l><l n="405">αἱματόεντα πέλει, δεινὸς δʼ εἰς ὦπα ἰδέσθαι·</l><l n="406">ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.</l><l n="407">ἡ δʼ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,</l><l n="408">ἴθυσέν ῥʼ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον·</l><l n="409">ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ,</l><l n="410">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="411"><milestone unit="para" ed="P"/>ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδʼ ὀλόλυζε·</l><l n="412">οὐχ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι.</l><l n="413">τούσδε δὲ μοῖρʼ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα·</l><l n="414">οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,</l><l n="415">οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·</l><l n="416">τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.</l><l n="417">ἀλλʼ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,</l><l n="418">αἵ τέ μʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν.</l></q><l n="419"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="420">τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.</l><l n="421">πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες</l><l n="422">δμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι,</l><l n="423">εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·</l><l n="424">τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,</l><l n="425">οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν.</l><l n="426">Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ</l><l n="427">σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.</l><l n="428">ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόεντα</l><l n="429">εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.</l></q><milestone n="430" unit="card" ed="p"/><l n="430"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l><q type="unspecified"><l n="431">μή πω τήνδʼ ἐπέγειρε· σὺ δʼ ἐνθάδε εἰπὲ γυναιξὶν</l><l n="432">ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.</l></q><l n="433"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="434">ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.</l><l n="435">αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην</l><l n="436">εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="437"><milestone unit="para" ed="P"/>ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε
                     γυναῖκας·</l><l n="438">αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας</l><l n="439">ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.</l><l n="440">αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,</l><l n="441">δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,</l><l n="442">μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,</l><l n="443">θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων</l><l n="444">ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντʼ Ἀφροδίτης,</l><l n="445">τὴν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη.</l></q><l n="446"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,</l><l n="447">αἴνʼ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.</l><l n="448">πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας,</l><l n="449">κὰδ δʼ ἄρʼ ὑπʼ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς,</l><l n="450">ἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δʼ Ὀδυσσεὺς</l><l n="451">αὐτὸς ἐπισπέρχων· ταὶ δʼ ἐκφόρεον καὶ ἀνάγκῃ.</l><l n="452">αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας</l><l n="453">ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.</l><l n="454">αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς</l><l n="455">λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο</l><l n="456">ξῦον· ταὶ δʼ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε.</l><l n="457">αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο,</l><l n="458">δμῳὰς δʼ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,</l><l n="459">μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,</l><l n="460">εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι.</l><l n="461">τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχʼ ἀγορεύειν·</l><q type="unspecified"><l n="462"><milestone unit="para" ed="P"/>μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην</l><l n="463">τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατʼ ὀνείδεα χεῦαν</l><l n="464">μητέρι θʼ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον.</l></q><milestone n="465" unit="card" ed="p"/><l n="465"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο</l><l n="466">κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο,</l><l n="467">ὑψόσʼ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο.</l><l n="468">ὡς δʼ ὅτʼ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι</l><l n="469">ἕρκει ἐνιπλήξωσι, τό θʼ ἑστήκῃ ἐνὶ θάμνῳ,</l><l n="470">αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος,</l><l n="471">ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις</l><l n="472">δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.</l><l n="473">ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν.</l><l n="474"><milestone unit="para" ed="P"/>ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν·</l><l n="475">τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ</l><l n="476">τάμνον, μήδεά τʼ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι,</l><l n="477">χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.</l><l n="478"><milestone unit="para" ed="P"/>οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τε</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>