<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.297-22.379</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.297-22.379</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="22" type="textpart" subtype="book"><l n="297">δὴ τότʼ Ἀθηναίη φθισίμβροτον αἰγίδʼ ἀνέσχεν</l><l n="298">ὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν.</l><l n="299">οἱ δʼ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι·</l><l n="300">τὰς μέν τʼ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν</l><l n="301">ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται.</l><l n="302">οἱ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι,</l><l n="303">ἐξ ὀρέων ἐλθόντες ἐπʼ ὀρνίθεσσι θόρωσι·</l><l n="304">ταὶ μέν τʼ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται,</l><l n="305">οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ</l><l n="306">γίγνεται οὐδὲ φυγή· χαίρουσι δέ τʼ ἀνέρες ἄγρῃ·</l><l n="307">ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα</l><l n="308">τύπτον ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς</l><l n="309">κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦε.</l><l n="310"><milestone unit="para" ed="P"/>Λειώδης δʼ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων,</l><l n="311">καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="312"><milestone unit="para" ed="P"/>γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ
                     ἐλέησον·</l><l n="313">οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν</l><l n="314">εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον· ἀλλὰ καὶ ἄλλους</l><l n="315">παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι.</l><l n="316">ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι·</l><l n="317">τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.</l><l n="318">αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς</l><l n="319">κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθʼ εὐεργέων·</l></q><l n="320"><milestone unit="para" ed="P"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="321">εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι,</l><l n="322">πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι</l><l n="323">τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι,</l><l n="324">σοὶ δʼ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι·</l><l n="325">τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.</l></q><l n="326"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ</l><l n="327">κείμενον, ὅ ῥʼ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε</l><l n="328">κτεινόμενος· τῷ τόν γε κατʼ αὐχένα μέσσον ἔλασσε.</l><l n="329">φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.</l><milestone n="330" unit="card" ed="p"/><l n="330"><milestone unit="para" ed="P"/>Τερπιάδης δʼ ἔτʼ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν,</l><l n="331">Φήμιος, ὅς ῥʼ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.</l><l n="332">ἔστη δʼ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν</l><l n="333">ἄγχι παρʼ ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν,</l><l n="334">ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν</l><l n="335">ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ</l><l n="336">Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν,</l><l n="337">ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.</l><l n="338">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,</l><l n="339">γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.</l><l n="340">ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε</l><l n="341">μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,</l><l n="342">αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων,</l><l n="343">καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="344"><milestone unit="para" ed="P"/>γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ
                     ἐλέησον·</l><l n="345">αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν</l><l n="346">πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.</l><l n="347">αὐτοδίδακτος δʼ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας</l><l n="348">παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν</l><l n="349">ὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι.</l><l n="350">καί κεν Τηλέμαχος τάδε γʼ εἴποι, σὸς φίλος υἱός,</l><l n="351">ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων</l><l n="352">πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,</l><l n="353">ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.</l></q><l n="354"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο,</l><l n="355">αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα·</l><q type="unspecified"><l n="356"><milestone unit="para" ed="P"/>ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ·</l><l n="357">καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ</l><l n="358">οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,</l><l n="359">εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,</l><l n="360">ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.</l></q><l n="361"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς·</l><l n="362">πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα</l><l n="363">ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.</l><l n="364">αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείην.</l><l n="365">Τηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων,</l><l n="366">καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="367"><milestone unit="para" ed="P"/>ὦ φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ
                     πατρὶ</l><l n="368">μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,</l><l n="369">ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον</l><l n="370">κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.</l></q><l n="371"><milestone unit="para" ed="P"/>τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="372">θάρσει, ἐπεὶ δή σʼ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν,</l><l n="373">ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,</l><l n="374">ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων.</l><l n="375">ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε</l><l n="376">ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,</l><l n="377">ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.</l></q><milestone n="378" unit="card" ed="p"/><l n="378"><milestone unit="para" ed="P"/>ὣς φάτο, τὼ δʼ ἔξω βήτην μεγάροιο κιόντε,</l><l n="379">ἑζέσθην δʼ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>