<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.248-22.280</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.248-22.280</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="22" type="textpart" subtype="book"><q type="unspecified"><l n="248"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους·</l><l n="249">καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,</l><l n="250">οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.</l><l n="251">τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,</l><l n="252">ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς</l><l n="253">δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.</l><l n="254">τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.</l></q><milestone n="255" unit="card" ed="p"/><l n="255"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς
                  ἐκέλευεν,</l><l n="256">ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,</l><l n="257">τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο</l><l n="258">βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·</l><l n="259">ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.</l><l n="260">αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων,</l><l n="261">τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="262"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι</l><l n="263">μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν</l><l n="264">ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.</l></q><l n="265"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα</l><l n="266">ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς,</l><l n="267">Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,</l><l n="268">Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.</l><l n="269">οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,</l><l n="270">μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε·</l><l n="271">τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο.</l><l n="272"><milestone unit="para" ed="P"/>αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα</l><l n="273">ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.</l><l n="274">τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο</l><l n="275">βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·</l><l n="276">ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.</l><l n="277">Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ</l><l n="278">λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.</l><l n="279">Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ</l><l n="280">ὦμον ἐπέγραψεν· τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>