<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.233-22.265</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.233-22.265</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="22" type="textpart" subtype="book"><q type="unspecified"><l n="233">ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,</l><l n="234">ὄφρʼ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν</l><l n="235">Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.</l></q><l n="236"><milestone unit="para" ed="P"/>ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,</l><l n="237">ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν</l><l n="238">ἠμὲν Ὀδυσσῆος ἠδʼ υἱοῦ κυδαλίμοιο.</l><l n="239">αὐτὴ δʼ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον</l><l n="240">ἕζετʼ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.</l><l n="241"><milestone unit="para" ed="P"/>μνηστῆρας δʼ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος,</l><l n="242">Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε,</l><l n="243">Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων·</l><l n="244">οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχʼ ἄριστοι,</l><l n="245">ὅσσοι ἔτʼ ἔζωον περί τε ψυχέων ἐμάχοντο·</l><l n="246">τοὺς δʼ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.</l><l n="247">τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·</l><q type="unspecified"><l n="248"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους·</l><l n="249">καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,</l><l n="250">οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.</l><l n="251">τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,</l><l n="252">ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς</l><l n="253">δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.</l><l n="254">τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.</l></q><milestone n="255" unit="card" ed="p"/><l n="255"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς
                  ἐκέλευεν,</l><l n="256">ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,</l><l n="257">τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο</l><l n="258">βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·</l><l n="259">ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.</l><l n="260">αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων,</l><l n="261">τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="262"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι</l><l n="263">μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν</l><l n="264">ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.</l></q><l n="265"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>