<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.215-22.247</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.215-22.247</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="22" type="textpart" subtype="book"><q type="unspecified"><l n="215">ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω·</l><l n="216">ὁππότε κεν τούτους κτέωμεν, πατέρʼ ἠδὲ καὶ υἱόν,</l><l n="217">ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς</l><l n="218">ἔρδειν ἐν μεγάροις· σῷ δʼ αὐτοῦ κράατι τίσεις.</l><l n="219">αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ,</l><l n="220">κτήμαθʼ ὁπόσσα τοί ἐστι, τά τʼ ἔνδοθι καὶ τὰ θύρηφι,</l><l n="221">τοῖσιν Ὀδυσσῆος μεταμίξομεν· οὐδέ τοι υἷας</l><l n="222">ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατρας</l><l n="223">οὐδʼ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.</l></q><l n="224"><milestone unit="para" ed="P"/>ὣς φάτʼ, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,</l><l n="225">νείκεσσεν δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν·</l><q type="unspecified"><l n="226"><milestone unit="para" ed="P"/>οὐκέτι σοί γʼ, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις
                     ἀλκή</l><l n="227">οἵη ὅτʼ ἀμφʼ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ,</l><l n="228">εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,</l><l n="229">πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,</l><l n="230">σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.</l><l n="231">πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθʼ ἱκάνεις,</l><l n="232">ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;</l><l n="233">ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,</l><l n="234">ὄφρʼ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν</l><l n="235">Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.</l></q><l n="236"><milestone unit="para" ed="P"/>ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,</l><l n="237">ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν</l><l n="238">ἠμὲν Ὀδυσσῆος ἠδʼ υἱοῦ κυδαλίμοιο.</l><l n="239">αὐτὴ δʼ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον</l><l n="240">ἕζετʼ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.</l><l n="241"><milestone unit="para" ed="P"/>μνηστῆρας δʼ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος,</l><l n="242">Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε,</l><l n="243">Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων·</l><l n="244">οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχʼ ἄριστοι,</l><l n="245">ὅσσοι ἔτʼ ἔζωον περί τε ψυχέων ἐμάχοντο·</l><l n="246">τοὺς δʼ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.</l><l n="247">τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>