<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.186-22.206</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.186-22.206</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="22" type="textpart" subtype="book"><l n="186">δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων·</l><l n="187">τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω</l><l n="188">κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,</l><l n="189">σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ</l><l n="190">εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν</l><l n="191">υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·</l><l n="192">σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε</l><l n="193">κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.</l><l n="194">τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="195"><milestone unit="para" ed="P"/>νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα
                     φυλάξεις,</l><l n="196">εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·</l><l n="197">οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων</l><l n="198">λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς</l><l n="199">αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.</l></q><l n="200"><milestone unit="para" ed="P"/>ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·</l><l n="201">τὼ δʼ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν,</l><l n="202">βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην.</l><l n="203">ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦ</l><l n="204">τέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.</l><l n="205">τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη,</l><l n="206">Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>