<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.182-22.214</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.182-22.214</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="22" type="textpart" subtype="book"><l n="182">εὖθʼ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,</l><l n="183">τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,</l><l n="184">τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ,</l><l n="185">Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε·</l><l n="186">δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων·</l><l n="187">τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω</l><l n="188">κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,</l><l n="189">σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ</l><l n="190">εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν</l><l n="191">υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·</l><l n="192">σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε</l><l n="193">κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.</l><l n="194">τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="195"><milestone unit="para" ed="P"/>νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα
                     φυλάξεις,</l><l n="196">εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·</l><l n="197">οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων</l><l n="198">λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς</l><l n="199">αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.</l></q><l n="200"><milestone unit="para" ed="P"/>ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·</l><l n="201">τὼ δʼ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν,</l><l n="202">βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην.</l><l n="203">ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦ</l><l n="204">τέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.</l><l n="205">τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη,</l><l n="206">Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.</l><l n="207">τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε·</l><q type="unspecified"><l n="208"><milestone unit="para" ed="P"/>Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δʼ ἑτάροιο
                     φίλοιο,</l><l n="209">ὅς σʼ ἀγαθὰ ῥέζεσκον· ὁμηλικίην δέ μοί ἐσσι.</l></q><milestone n="210" unit="card" ed="p"/><l n="210"><milestone unit="para" ed="P"/>ὣς φάτʼ, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην.</l><l n="211">μνηστῆρες δʼ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι·</l><l n="212">πρῶτος τήν γʼ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος·</l><q type="unspecified"><l n="213"><milestone unit="para" ed="P"/>Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν
                     Ὀδυσσεὺς</l><l n="214">μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>