<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.146-22.350</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.146-22.350</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="22" type="textpart" subtype="book"><l n="146">βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.</l><l n="147">καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,</l><l n="148">ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα</l><l n="149">μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον.</l><l n="150">αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="151"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι
                     γυναικῶν</l><l n="152">νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.</l></q><l n="153"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="154">ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον—οὐδέ τις ἄλλος</l><l n="155">αἴτιος—ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν</l><l n="156">κάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.</l><l n="157">ἀλλʼ ἴθι, δῖʼ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο</l><l n="158">καὶ φράσαι ἤ τις ἄρʼ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,</l><l n="159">ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω.</l></q><l n="160"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="161">βῆ δʼ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν,</l><l n="162">οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑφορβός,</l><l n="163">αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·</l><q type="unspecified"><l n="164"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="165">κεῖνος δʼ αὖτʼ ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθʼ αὐτοί,</l><l n="166">ἔρχεται ἐς θάλαμον· σὺ δέ μοι νημερτὲς ἐνίσπες,</l><l n="167">ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι,</l><l n="168">ἦε σοὶ ἐνθάδʼ ἄγω, ἵνʼ ὑπερβασίας ἀποτίσῃ</l><l n="169">πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.</l></q><milestone n="170" unit="card" ed="p"/><l n="170"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="171">ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς</l><l n="172">σχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας.</l><l n="173">σφῶϊ δʼ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν</l><l n="174">ἐς θάλαμον βαλέειν, σανίδας δʼ ἐκδῆσαι ὄπισθε,</l><l n="175">σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε</l><l n="176">κίονʼ ἀνʼ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν,</l><l n="177">ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπʼ ἄλγεα πάσχῃ·</l></q><l n="178"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο,</l><l n="179">βὰν δʼ ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα.</l><l n="180">ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχεʼ ἐρεύνα,</l><l n="181">τὼ δʼ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.</l><l n="182">εὖθʼ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,</l><l n="183">τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,</l><l n="184">τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ,</l><l n="185">Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε·</l><l n="186">δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων·</l><l n="187">τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω</l><l n="188">κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,</l><l n="189">σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ</l><l n="190">εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν</l><l n="191">υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·</l><l n="192">σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε</l><l n="193">κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.</l><l n="194">τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="195"><milestone unit="para" ed="P"/>νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα
                     φυλάξεις,</l><l n="196">εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·</l><l n="197">οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων</l><l n="198">λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς</l><l n="199">αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.</l></q><l n="200"><milestone unit="para" ed="P"/>ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·</l><l n="201">τὼ δʼ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν,</l><l n="202">βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην.</l><l n="203">ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦ</l><l n="204">τέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.</l><l n="205">τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη,</l><l n="206">Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.</l><l n="207">τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε·</l><q type="unspecified"><l n="208"><milestone unit="para" ed="P"/>Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δʼ ἑτάροιο
                     φίλοιο,</l><l n="209">ὅς σʼ ἀγαθὰ ῥέζεσκον· ὁμηλικίην δέ μοί ἐσσι.</l></q><milestone n="210" unit="card" ed="p"/><l n="210"><milestone unit="para" ed="P"/>ὣς φάτʼ, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην.</l><l n="211">μνηστῆρες δʼ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι·</l><l n="212">πρῶτος τήν γʼ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος·</l><q type="unspecified"><l n="213"><milestone unit="para" ed="P"/>Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν
                     Ὀδυσσεὺς</l><l n="214">μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ.</l><l n="215">ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω·</l><l n="216">ὁππότε κεν τούτους κτέωμεν, πατέρʼ ἠδὲ καὶ υἱόν,</l><l n="217">ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς</l><l n="218">ἔρδειν ἐν μεγάροις· σῷ δʼ αὐτοῦ κράατι τίσεις.</l><l n="219">αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ,</l><l n="220">κτήμαθʼ ὁπόσσα τοί ἐστι, τά τʼ ἔνδοθι καὶ τὰ θύρηφι,</l><l n="221">τοῖσιν Ὀδυσσῆος μεταμίξομεν· οὐδέ τοι υἷας</l><l n="222">ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατρας</l><l n="223">οὐδʼ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.</l></q><l n="224"><milestone unit="para" ed="P"/>ὣς φάτʼ, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,</l><l n="225">νείκεσσεν δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν·</l><q type="unspecified"><l n="226"><milestone unit="para" ed="P"/>οὐκέτι σοί γʼ, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις
                     ἀλκή</l><l n="227">οἵη ὅτʼ ἀμφʼ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ,</l><l n="228">εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,</l><l n="229">πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,</l><l n="230">σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.</l><l n="231">πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθʼ ἱκάνεις,</l><l n="232">ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;</l><l n="233">ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,</l><l n="234">ὄφρʼ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν</l><l n="235">Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.</l></q><l n="236"><milestone unit="para" ed="P"/>ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,</l><l n="237">ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν</l><l n="238">ἠμὲν Ὀδυσσῆος ἠδʼ υἱοῦ κυδαλίμοιο.</l><l n="239">αὐτὴ δʼ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον</l><l n="240">ἕζετʼ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.</l><l n="241"><milestone unit="para" ed="P"/>μνηστῆρας δʼ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος,</l><l n="242">Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε,</l><l n="243">Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων·</l><l n="244">οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχʼ ἄριστοι,</l><l n="245">ὅσσοι ἔτʼ ἔζωον περί τε ψυχέων ἐμάχοντο·</l><l n="246">τοὺς δʼ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.</l><l n="247">τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·</l><q type="unspecified"><l n="248"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους·</l><l n="249">καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,</l><l n="250">οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.</l><l n="251">τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,</l><l n="252">ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς</l><l n="253">δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.</l><l n="254">τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.</l></q><milestone n="255" unit="card" ed="p"/><l n="255"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς
                  ἐκέλευεν,</l><l n="256">ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,</l><l n="257">τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο</l><l n="258">βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·</l><l n="259">ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.</l><l n="260">αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων,</l><l n="261">τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="262"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι</l><l n="263">μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν</l><l n="264">ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.</l></q><l n="265"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα</l><l n="266">ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς,</l><l n="267">Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,</l><l n="268">Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.</l><l n="269">οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,</l><l n="270">μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε·</l><l n="271">τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο.</l><l n="272"><milestone unit="para" ed="P"/>αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα</l><l n="273">ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.</l><l n="274">τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο</l><l n="275">βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·</l><l n="276">ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.</l><l n="277">Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ</l><l n="278">λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.</l><l n="279">Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ</l><l n="280">ὦμον ἐπέγραψεν· τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε.</l><l n="281">τοὶ δʼ αὖτʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην,</l><l n="282">μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα.</l><l n="283">ἔνθʼ αὖτʼ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς,</l><l n="284">Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης·</l><l n="285">Κτήσιππον δʼ ἄρʼ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ</l><l n="286">βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα·</l><q type="unspecified"><l n="287"><milestone unit="para" ed="P"/>ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν</l><l n="288">εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιν</l><l n="289">μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.</l><l n="290">τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκας</l><l n="291">ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτʼ ἀλητεύοντι.</l></q><milestone n="292" unit="card" ed="p"/><l n="292"><milestone unit="para" ed="P"/>ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺς</l><l n="293">οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ.</l><l n="294">Τηλέμαχος δʼ Εὐηνορίδην Λειώκριτον οὖτα</l><l n="295">δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν·</l><l n="296">ἤριπε δὲ πρηνής, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.</l><l n="297">δὴ τότʼ Ἀθηναίη φθισίμβροτον αἰγίδʼ ἀνέσχεν</l><l n="298">ὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν.</l><l n="299">οἱ δʼ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι·</l><l n="300">τὰς μέν τʼ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν</l><l n="301">ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται.</l><l n="302">οἱ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι,</l><l n="303">ἐξ ὀρέων ἐλθόντες ἐπʼ ὀρνίθεσσι θόρωσι·</l><l n="304">ταὶ μέν τʼ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται,</l><l n="305">οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ</l><l n="306">γίγνεται οὐδὲ φυγή· χαίρουσι δέ τʼ ἀνέρες ἄγρῃ·</l><l n="307">ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα</l><l n="308">τύπτον ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς</l><l n="309">κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦε.</l><l n="310"><milestone unit="para" ed="P"/>Λειώδης δʼ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων,</l><l n="311">καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="312"><milestone unit="para" ed="P"/>γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ
                     ἐλέησον·</l><l n="313">οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν</l><l n="314">εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον· ἀλλὰ καὶ ἄλλους</l><l n="315">παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι.</l><l n="316">ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι·</l><l n="317">τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.</l><l n="318">αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς</l><l n="319">κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθʼ εὐεργέων·</l></q><l n="320"><milestone unit="para" ed="P"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="321">εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι,</l><l n="322">πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι</l><l n="323">τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι,</l><l n="324">σοὶ δʼ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι·</l><l n="325">τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.</l></q><l n="326"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ</l><l n="327">κείμενον, ὅ ῥʼ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε</l><l n="328">κτεινόμενος· τῷ τόν γε κατʼ αὐχένα μέσσον ἔλασσε.</l><l n="329">φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.</l><milestone n="330" unit="card" ed="p"/><l n="330"><milestone unit="para" ed="P"/>Τερπιάδης δʼ ἔτʼ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν,</l><l n="331">Φήμιος, ὅς ῥʼ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.</l><l n="332">ἔστη δʼ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν</l><l n="333">ἄγχι παρʼ ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν,</l><l n="334">ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν</l><l n="335">ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ</l><l n="336">Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν,</l><l n="337">ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.</l><l n="338">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,</l><l n="339">γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.</l><l n="340">ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε</l><l n="341">μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,</l><l n="342">αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων,</l><l n="343">καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="344"><milestone unit="para" ed="P"/>γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ
                     ἐλέησον·</l><l n="345">αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν</l><l n="346">πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.</l><l n="347">αὐτοδίδακτος δʼ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας</l><l n="348">παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν</l><l n="349">ὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι.</l><l n="350">καί κεν Τηλέμαχος τάδε γʼ εἴποι, σὸς φίλος υἱός,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>