<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.132-22.164</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.132-22.164</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="22" type="textpart" subtype="book"><q type="unspecified"><l n="132"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐκ ἂν δή τις ἀνʼ ὀρσοθύρην ἀναβαίη</l><l n="133">καὶ εἴποι λαοῖσι, βοὴ δʼ ὤκιστα γένοιτο;</l><l n="134">τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.</l></q><l n="135"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·</l><q type="unspecified"><l n="136">οὔ πως ἔστʼ, Ἀγέλαε διοτρεφές· ἄγχι γὰρ αἰνῶς</l><l n="137">αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης·</l><l n="138">καί χʼ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τʼ ἄλκιμος εἴη.</l><l n="139">ἀλλʼ ἄγεθʼ, ὑμῖν τεύχεʼ ἐνείκω θωρηχθῆναι</l><l n="140">ἐκ θαλάμου· ἔνδον γάρ, ὀΐομαι, οὐδέ πη ἄλλῃ</l><l n="141">τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.</l></q><l n="142"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,</l><l n="143">εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.</l><l n="144">ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρα</l><l n="145">καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας·</l><l n="146">βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.</l><l n="147">καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,</l><l n="148">ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα</l><l n="149">μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον.</l><l n="150">αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="151"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι
                     γυναικῶν</l><l n="152">νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.</l></q><l n="153"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="154">ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον—οὐδέ τις ἄλλος</l><l n="155">αἴτιος—ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν</l><l n="156">κάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.</l><l n="157">ἀλλʼ ἴθι, δῖʼ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο</l><l n="158">καὶ φράσαι ἤ τις ἄρʼ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,</l><l n="159">ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω.</l></q><l n="160"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="161">βῆ δʼ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν,</l><l n="162">οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑφορβός,</l><l n="163">αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·</l><q type="unspecified"><l n="164"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>