<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.116-22.160</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.116-22.160</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="22" type="textpart" subtype="book"><l n="116"><milestone unit="para" ed="P"/>αὐτὰρ ὅ γʼ, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί.</l><l n="117">τόφρα μνηστήρων ἕνα γʼ αἰεὶ ᾧ ἐνὶ οἴκῳ</l><l n="118">βάλλε τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.</l><l n="119">αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,</l><l n="120">τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο</l><l n="121">ἔκλινʼ ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα,</l><l n="122">αὐτὸς δʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,</l><l n="123">κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,</l><l n="124">ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·</l><l n="125">εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ.</l><milestone n="126" unit="card" ed="p"/><l n="126"><milestone unit="para" ed="P"/>ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ,</l><l n="127">ἀκρότατον δὲ παρʼ οὐδὸν ἐϋσταθέος μεγάροιο</l><l n="128">ἦν ὁδὸς ἐς λαύρην, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι.</l><l n="129">τὴν δʼ Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν</l><l n="130">ἑσταότʼ ἄγχʼ αὐτῆς· μία δʼ οἴη γίγνετʼ ἐφορμή.</l><l n="131">τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·</l><q type="unspecified"><l n="132"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐκ ἂν δή τις ἀνʼ ὀρσοθύρην ἀναβαίη</l><l n="133">καὶ εἴποι λαοῖσι, βοὴ δʼ ὤκιστα γένοιτο;</l><l n="134">τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.</l></q><l n="135"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·</l><q type="unspecified"><l n="136">οὔ πως ἔστʼ, Ἀγέλαε διοτρεφές· ἄγχι γὰρ αἰνῶς</l><l n="137">αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης·</l><l n="138">καί χʼ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τʼ ἄλκιμος εἴη.</l><l n="139">ἀλλʼ ἄγεθʼ, ὑμῖν τεύχεʼ ἐνείκω θωρηχθῆναι</l><l n="140">ἐκ θαλάμου· ἔνδον γάρ, ὀΐομαι, οὐδέ πη ἄλλῃ</l><l n="141">τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.</l></q><l n="142"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,</l><l n="143">εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.</l><l n="144">ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρα</l><l n="145">καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας·</l><l n="146">βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.</l><l n="147">καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,</l><l n="148">ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα</l><l n="149">μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον.</l><l n="150">αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="151"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι
                     γυναικῶν</l><l n="152">νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.</l></q><l n="153"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="154">ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον—οὐδέ τις ἄλλος</l><l n="155">αἴτιος—ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν</l><l n="156">κάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.</l><l n="157">ἀλλʼ ἴθι, δῖʼ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο</l><l n="158">καὶ φράσαι ἤ τις ἄρʼ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,</l><l n="159">ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω.</l></q><l n="160"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>