<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.88-21.120</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.88-21.120</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="21" type="textpart" subtype="book"><q type="unspecified"><l n="88">κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.</l><l n="89">ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε</l><l n="90">κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε,</l><l n="91">μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω</l><l n="92">ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.</l><l n="93">οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν</l><l n="94">οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,</l><l n="95">καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα.</l></q><l n="96"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει</l><l n="97">νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.</l><l n="98">ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν</l><l n="99">ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμα</l><l n="100">ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους.</l><l n="101"><milestone unit="para" ed="P"/>τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·</l><q type="unspecified"><l n="102">ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·</l><l n="103">μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,</l><l n="104">ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·</l><l n="105">αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.</l><l n="106">ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον,</l><l n="107">οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν,</l><l n="108">οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης·</l><l n="109">οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης·</l><l n="110">καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου;</l><l n="111">ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου</l><l n="112">δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.</l><l n="113">καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·</l><l n="114">εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,</l><l n="115">οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ</l><l n="116">λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην</l><l n="117">οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.</l></q><milestone n="118" unit="card" ed="p"/><l n="118"><milestone unit="para" ed="P"/>ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν</l><l n="119">ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων.</l><l n="120">πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>