<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.70-21.243</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.70-21.243</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="21" type="textpart" subtype="book"><q type="unspecified"><l n="70">ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην</l><l n="71">μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,</l><l n="72">ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.</l><l n="73">ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον.</l><l n="74">θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·</l><l n="75">ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι</l><l n="76">καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,</l><l n="77">τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα</l><l n="78">κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,</l><l n="79">τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.</l></q><milestone n="80" unit="card" ed="p"/><l n="80"><milestone unit="para" ed="P"/>ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,</l><l n="81">τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.</l><l n="82">δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·</l><l n="83">κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.</l><l n="84">Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="85"><milestone unit="para" ed="P"/>νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,</l><l n="86">ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ</l><l n="87">θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως</l><l n="88">κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.</l><l n="89">ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε</l><l n="90">κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε,</l><l n="91">μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω</l><l n="92">ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.</l><l n="93">οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν</l><l n="94">οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,</l><l n="95">καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα.</l></q><l n="96"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει</l><l n="97">νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.</l><l n="98">ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν</l><l n="99">ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμα</l><l n="100">ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους.</l><l n="101"><milestone unit="para" ed="P"/>τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·</l><q type="unspecified"><l n="102">ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·</l><l n="103">μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,</l><l n="104">ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·</l><l n="105">αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.</l><l n="106">ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον,</l><l n="107">οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν,</l><l n="108">οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης·</l><l n="109">οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης·</l><l n="110">καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου;</l><l n="111">ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου</l><l n="112">δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.</l><l n="113">καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·</l><l n="114">εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,</l><l n="115">οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ</l><l n="116">λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην</l><l n="117">οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.</l></q><milestone n="118" unit="card" ed="p"/><l n="118"><milestone unit="para" ed="P"/>ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν</l><l n="119">ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων.</l><l n="120">πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας</l><l n="121">πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,</l><l n="122">ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δʼ ἕλε πάντας ἰδόντας,</l><l n="123">ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει.</l><l n="124">στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.</l><l n="125">τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,</l><l n="126">τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,</l><l n="127">νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.</l><l n="128">καί νύ κε δή ῥʼ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,</l><l n="129">ἀλλʼ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.</l><l n="130">τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·</l><q type="unspecified"><l n="131"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ
                     ἄκικυς,</l><l n="132">ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα</l><l n="133">ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.</l><l n="134">ἀλλʼ ἄγεθʼ, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,</l><l n="135">τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.</l></q><l n="136"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,</l><l n="137">κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,</l><l n="138">αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,</l><l n="139">ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.</l><l n="140"><milestone unit="para" ed="P"/>τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="141">ὄρνυσθʼ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,</l><l n="142">ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.</l></q><l n="143"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.</l><l n="144">Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,</l><l n="145">ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν</l><l n="146">ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ</l><l n="147">ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·</l><l n="148">ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.</l><l n="149">στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,</l><l n="150">οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων</l><l n="151">ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·</l><q type="unspecified"><l n="152"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ
                     ἄλλος.</l><l n="153">πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει</l><l n="154">θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι</l><l n="155">τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ</l><l n="156">ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.</l><l n="157">νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ</l><l n="158">γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.</l><l n="159">αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,</l><l n="160">ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων</l><l n="161">μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα</l><l n="162">γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.</l></q><milestone n="163" unit="card" ed="p"/><l n="163"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,</l><l n="164">κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,</l><l n="165">αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,</l><l n="166">ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.</l><l n="167">Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="168">Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,</l><l n="169">δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων—</l><l n="170">εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει</l><l n="171">θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.</l><l n="172">οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ</l><l n="173">οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν·</l><l n="174">ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.</l></q><l n="175"><milestone unit="para" ed="P"/>ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον
                  αἰγῶν·</l><q type="unspecified"><l n="176">ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,</l><l n="177">πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ,</l><l n="178">ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,</l><l n="179">ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ,</l><l n="180">τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.</l></q><l n="181"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον
                  πῦρ,</l><l n="182">πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ,</l><l n="183">ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος·</l><l n="184">τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ· οὐδʼ ἐδύναντο</l><l n="185">ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.</l><l n="186"><milestone unit="para" ed="P"/>Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,</l><l n="187">ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.</l><l n="188">τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω</l><l n="189">βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·</l><l n="190">ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.</l><l n="191">ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,</l><l n="192">φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·</l><q type="unspecified"><l n="193"><milestone unit="para" ed="P"/>βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε
                     μυθησαίμην,</l><l n="194">ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.</l><l n="195">ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι</l><l n="196">ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;</l><l n="197">ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ;</l><l n="198">εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.</l></q><l n="199"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·</l><q type="unspecified"><l n="200">Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,</l><l n="201">ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·</l><l n="202">γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.</l></q><l n="203"><milestone unit="para" ed="P"/>ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι</l><l n="204">νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.</l><milestone n="205" unit="card" ed="p"/><l n="205"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω,</l><l n="206">ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="207"><milestone unit="para" ed="P"/>ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ
                     μογήσας</l><l n="208">ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.</l><l n="209">γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω</l><l n="210">οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα</l><l n="211">εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.</l><l n="212">σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.</l><l n="213">εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,</l><l n="214">ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω</l><l n="215">οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα</l><l n="216">Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.</l><l n="217">εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,</l><l n="218">ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,</l><l n="219">οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι</l><l n="220">Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.</l></q><l n="221"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.</l><l n="222">τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα,</l><l n="223">κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,</l><l n="224">καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους</l><l n="225">ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.</l><l n="226">καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,</l><l n="227">εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·</l><q type="unspecified"><l n="228"><milestone unit="para" ed="P"/>παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται</l><l n="229">ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.</l><l n="230">ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες,</l><l n="231">πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω·</l><l n="232">ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,</l><l n="233">οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·</l><l n="234">ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον</l><l n="235">ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ</l><l n="236">κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,</l><l n="237">ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ</l><l n="238">ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε</l><l n="239">προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.</l><l n="240">σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς</l><l n="241">κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι.</l></q><l n="242"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·</l><l n="243">ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>