<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.70-21.104</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.70-21.104</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="21" type="textpart" subtype="book"><q type="unspecified"><l n="70">ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην</l><l n="71">μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,</l><l n="72">ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.</l><l n="73">ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον.</l><l n="74">θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·</l><l n="75">ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι</l><l n="76">καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,</l><l n="77">τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα</l><l n="78">κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,</l><l n="79">τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.</l></q><milestone n="80" unit="card" ed="p"/><l n="80"><milestone unit="para" ed="P"/>ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,</l><l n="81">τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.</l><l n="82">δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·</l><l n="83">κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.</l><l n="84">Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="85"><milestone unit="para" ed="P"/>νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,</l><l n="86">ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ</l><l n="87">θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως</l><l n="88">κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.</l><l n="89">ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε</l><l n="90">κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε,</l><l n="91">μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω</l><l n="92">ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.</l><l n="93">οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν</l><l n="94">οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,</l><l n="95">καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα.</l></q><l n="96"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει</l><l n="97">νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.</l><l n="98">ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν</l><l n="99">ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμα</l><l n="100">ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους.</l><l n="101"><milestone unit="para" ed="P"/>τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·</l><q type="unspecified"><l n="102">ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·</l><l n="103">μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,</l><l n="104">ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>