<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.62-21.84</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.62-21.84</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="21" type="textpart" subtype="book"><l n="62">κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.</l><l n="63">ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,</l><l n="64">στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,</l><l n="65">ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.</l><l n="66">ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.</l><l n="67">αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον·</l><q type="unspecified"><l n="68"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε
                     δῶμα</l><l n="69">ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ</l><l n="70">ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην</l><l n="71">μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,</l><l n="72">ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.</l><l n="73">ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον.</l><l n="74">θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·</l><l n="75">ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι</l><l n="76">καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,</l><l n="77">τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα</l><l n="78">κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,</l><l n="79">τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.</l></q><milestone n="80" unit="card" ed="p"/><l n="80"><milestone unit="para" ed="P"/>ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,</l><l n="81">τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.</l><l n="82">δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·</l><l n="83">κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.</l><l n="84">Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>