<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.5-21.37</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.5-21.37</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="21" type="textpart" subtype="book"><l n="5">κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,</l><l n="6">εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ</l><l n="7">καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν.</l><l n="8">βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν</l><l n="9">ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,</l><l n="10">χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.</l><l n="11">ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη</l><l n="12">ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί,</l><l n="13">δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας</l><l n="14">Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.</l><l n="15">τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν</l><l n="16">οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς</l><l n="17">ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·</l><l n="18">μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν</l><l n="19">νηυσὶ πολυκλήϊσι τριηκόσιʼ ἠδὲ νομῆας.</l><l n="20">τῶν ἕνεκʼ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς</l><l n="21">παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.</l><l n="22">Ἴφιτος αὖθʼ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο</l><l n="23">δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοί·</l><l n="24">αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,</l><l n="25">ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον,</l><l n="26">φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,</l><l n="27">ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ,</l><l n="28">σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατʼ οὐδὲ τράπεζαν,</l><l n="29">τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν,</l><l n="30">ἵππους δʼ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.</l><l n="31">τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,</l><l n="32">τὸ πρὶν μέν ῥʼ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ</l><l n="33">κάλλιπʼ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.</l><l n="34">τῷ δʼ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,</l><l n="35">ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ</l><l n="36">γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν</l><l n="37">Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>