<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.410-22.31</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.410-22.31</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="21" type="textpart" subtype="book"><l n="410">δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·</l><l n="411">ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.</l><l n="412">μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς</l><l n="413">ἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων·</l><l n="414">γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.</l><l n="415">ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω·</l><l n="416">εἵλετο δʼ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ</l><l n="417">γυμνός· τοὶ δʼ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης</l><l n="418">κείατο, τῶν τάχʼ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.</l><l n="419">τόν ῥʼ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,</l><l n="420">αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δʼ ὀϊστὸν</l><l n="421">ἄντα τιτυσκόμενος, πελέκεων δʼ οὐκ ἤμβροτε πάντων</l><l n="422">πρώτης στειλειῆς, διὰ δʼ ἀμπερὲς ἦλθε θύραζε</l><l n="423">ἰὸς χαλκοβαρής· ὁ δὲ Τηλέμαχον προσέειπε·</l><q type="unspecified"><l n="424"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὔ σʼ ὁ ξεῖνος ἐνὶ μεγάροισιν
                     ἐλέγχει</l><l n="425">ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον</l><l n="426">δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν,</l><l n="427">οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.</l><l n="428">νῦν δʼ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι</l><l n="429">ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι</l><l n="430">μολπῇ καὶ φόρμιγγι· τὰ γάρ τʼ ἀναθήματα δαιτός.</l></q><l n="431"><milestone unit="para" ed="P"/>ἦ καὶ ἐπʼ ὀφρύσι νεῦσεν· ὁ δʼ ἀμφέθετο ξίφος
                  ὀξὺ</l><l n="432">Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,</l><l n="433">ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δʼ ἄρʼ αὐτοῦ</l><l n="434">πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.</l></div><div n="22" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,</l><l n="2">ἆλτο δʼ ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην</l><l n="3">ἰῶν ἐμπλείην, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς</l><l n="4">αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν·</l><q type="unspecified"><l n="5">οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται·</l><l n="6">νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ,</l><l n="7">εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.</l></q><l n="8"><milestone unit="para" ed="P"/>ἦ καὶ ἐπʼ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.</l><l n="9">ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,</l><l n="10">χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,</l><l n="11">ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ</l><l n="12">μέμβλετο· τίς κʼ οἴοιτο μετʼ ἀνδράσι δαιτυμόνεσσι</l><l n="13">μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,</l><l n="14">οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;</l><l n="15">τὸν δʼ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,</l><l n="16">ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή.</l><l n="17">ἐκλίνθη δʼ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς</l><l n="18">βλημένου, αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν</l><l n="19">αἵματος ἀνδρομέοιο· θοῶς δʼ ἀπὸ εἷο τράπεζαν</l><l n="20">ὦσε ποδὶ πλήξας, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε·</l><l n="21">σῖτός τε κρέα τʼ ὀπτὰ φορύνετο. τοὶ δʼ ὁμάδησαν</l><l n="22">μνηστῆρες κατὰ δώμαθʼ, ὅπως ἴδον ἄνδρα πεσόντα,</l><l n="23">ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,</l><l n="24">πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους·</l><l n="25">οὐδέ πη ἀσπὶς ἔην οὐδʼ ἄλκιμον ἔγχος ἑλέσθαι.</l><l n="26">νείκειον δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι·</l><q type="unspecified"><l n="27"><milestone unit="para" ed="P"/>ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτʼ ἀέθλων</l><l n="28">ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.</l><l n="29">καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγʼ ἄριστος</l><l n="30">κούρων εἰν Ἰθάκῃ· τῷ σʼ ἐνθάδε γῦπες ἔδονται.</l></q><l n="31"><milestone unit="para" ed="P"/>ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>