<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.401-21.433</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.401-21.433</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="21" type="textpart" subtype="book"><l n="401"><milestone unit="para" ed="P"/>ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="402">αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν</l><l n="403">ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.</l></q><l n="404"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,</l><l n="405">αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,</l><l n="406">ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς</l><l n="407">ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,</l><l n="408">ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,</l><l n="409">ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.</l><l n="410">δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·</l><l n="411">ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.</l><l n="412">μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς</l><l n="413">ἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων·</l><l n="414">γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.</l><l n="415">ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω·</l><l n="416">εἵλετο δʼ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ</l><l n="417">γυμνός· τοὶ δʼ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης</l><l n="418">κείατο, τῶν τάχʼ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.</l><l n="419">τόν ῥʼ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,</l><l n="420">αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δʼ ὀϊστὸν</l><l n="421">ἄντα τιτυσκόμενος, πελέκεων δʼ οὐκ ἤμβροτε πάντων</l><l n="422">πρώτης στειλειῆς, διὰ δʼ ἀμπερὲς ἦλθε θύραζε</l><l n="423">ἰὸς χαλκοβαρής· ὁ δὲ Τηλέμαχον προσέειπε·</l><q type="unspecified"><l n="424"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὔ σʼ ὁ ξεῖνος ἐνὶ μεγάροισιν
                     ἐλέγχει</l><l n="425">ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον</l><l n="426">δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν,</l><l n="427">οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.</l><l n="428">νῦν δʼ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι</l><l n="429">ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι</l><l n="430">μολπῇ καὶ φόρμιγγι· τὰ γάρ τʼ ἀναθήματα δαιτός.</l></q><l n="431"><milestone unit="para" ed="P"/>ἦ καὶ ἐπʼ ὀφρύσι νεῦσεν· ὁ δʼ ἀμφέθετο ξίφος
                  ὀξὺ</l><l n="432">Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,</l><l n="433">ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δʼ ἄρʼ αὐτοῦ</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>