<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.39-21.61</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.39-21.61</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="21" type="textpart" subtype="book"><l n="39">ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν</l><l n="40">ᾑρεῖτʼ, ἀλλʼ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο</l><l n="41">κέσκετʼ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.</l><milestone n="42" unit="card" ed="p"/><l n="42"><milestone unit="para" ed="P"/>ἡ δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν</l><l n="43">οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων</l><l n="44">ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,</l><l n="45">ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς,</l><l n="46">αὐτίκʼ ἄρʼ ἥ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,</l><l n="47">ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας</l><l n="48">ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος</l><l n="49">βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα</l><l n="50">πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.</l><l n="51">ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ</l><l n="52">ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο.</l><l n="53">ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον</l><l n="54">αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.</l><l n="55">ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,</l><l n="56">κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος.</l><l n="57">ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,</l><l n="58">βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς</l><l n="59">τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην</l><l n="60">ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί.</l><l n="61">τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>