<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.370-21.414</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.370-21.414</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="21" type="textpart" subtype="book"><q type="unspecified"><l n="370">μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,</l><l n="371">βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.</l><l n="372">αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι,</l><l n="373">μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·</l><l n="374">τῷ κε τάχα στυγερῶς τινʼ ἐγὼ πέμψαιμι νέεσθαι</l><l n="375">ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.</l></q><l n="376"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ
                  γέλασσαν</l><l n="377">μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο</l><l n="378">Τηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης</l><l n="379">ἐν χείρεσσʼ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.</l><l n="380">ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·</l><q type="unspecified"><l n="381"><milestone unit="para" ed="P"/>Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,</l><l n="382">κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.</l><l n="383">ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ</l><l n="384">ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε</l><l n="385">προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.</l></q><l n="386"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,</l><l n="387">κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.</l><l n="388"><milestone unit="para" ed="P"/>σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,</l><l n="389">κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς.</l><l n="390">κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης</l><l n="391">βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός·</l><l n="392">ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,</l><l n="393">εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα</l><l n="394">πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,</l><l n="395">μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.</l><l n="396">ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="397"><milestone unit="para" ed="P"/>ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·</l><l n="398">ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται</l><l n="399">ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ</l><l n="400">νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.</l></q><milestone n="401" unit="card" ed="p"/><l n="401"><milestone unit="para" ed="P"/>ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="402">αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν</l><l n="403">ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.</l></q><l n="404"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,</l><l n="405">αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,</l><l n="406">ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς</l><l n="407">ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,</l><l n="408">ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,</l><l n="409">ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.</l><l n="410">δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·</l><l n="411">ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.</l><l n="412">μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς</l><l n="413">ἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων·</l><l n="414">γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>