<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.343-22.71</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.343-22.71</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="21" type="textpart" subtype="book"><l n="343"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="344">μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο</l><l n="345">κρείσσων, ᾧ κʼ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι,</l><l n="346">οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,</l><l n="347">οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·</l><l n="348">τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμι</l><l n="349">καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.</l><l n="350">ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,</l><l n="351">ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε</l><l n="352">ἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσει</l><l n="353">πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.</l></q><milestone n="354" unit="card" ed="p"/><l n="354"><milestone unit="para" ed="P"/>ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·</l><l n="355">παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.</l><l n="356">ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ</l><l n="357">κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον</l><l n="358">ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.</l><l n="359"><milestone unit="para" ed="P"/>αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·</l><l n="360">μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·</l><l n="361">ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="362"><milestone unit="para" ed="P"/>πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,</l><l n="363">πλαγκτέ; τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέες κατέδονται</l><l n="364">οἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων</l><l n="365">ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.</l></q><l n="366"><milestone unit="para" ed="P"/>ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,</l><l n="367">δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.</l><l n="368">Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·</l><q type="unspecified"><l n="369"><milestone unit="para" ed="P"/>ἄττα, πρόσω φέρε τόξα· τάχʼ οὐκ εὖ πᾶσι
                     πιθήσεις</l><l n="370">μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,</l><l n="371">βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.</l><l n="372">αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι,</l><l n="373">μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·</l><l n="374">τῷ κε τάχα στυγερῶς τινʼ ἐγὼ πέμψαιμι νέεσθαι</l><l n="375">ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.</l></q><l n="376"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ
                  γέλασσαν</l><l n="377">μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο</l><l n="378">Τηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης</l><l n="379">ἐν χείρεσσʼ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.</l><l n="380">ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·</l><q type="unspecified"><l n="381"><milestone unit="para" ed="P"/>Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,</l><l n="382">κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.</l><l n="383">ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ</l><l n="384">ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε</l><l n="385">προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.</l></q><l n="386"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,</l><l n="387">κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.</l><l n="388"><milestone unit="para" ed="P"/>σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,</l><l n="389">κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς.</l><l n="390">κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης</l><l n="391">βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός·</l><l n="392">ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,</l><l n="393">εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα</l><l n="394">πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,</l><l n="395">μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.</l><l n="396">ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="397"><milestone unit="para" ed="P"/>ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·</l><l n="398">ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται</l><l n="399">ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ</l><l n="400">νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.</l></q><milestone n="401" unit="card" ed="p"/><l n="401"><milestone unit="para" ed="P"/>ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="402">αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν</l><l n="403">ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.</l></q><l n="404"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,</l><l n="405">αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,</l><l n="406">ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς</l><l n="407">ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,</l><l n="408">ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,</l><l n="409">ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.</l><l n="410">δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·</l><l n="411">ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.</l><l n="412">μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς</l><l n="413">ἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων·</l><l n="414">γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.</l><l n="415">ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω·</l><l n="416">εἵλετο δʼ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ</l><l n="417">γυμνός· τοὶ δʼ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης</l><l n="418">κείατο, τῶν τάχʼ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.</l><l n="419">τόν ῥʼ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,</l><l n="420">αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δʼ ὀϊστὸν</l><l n="421">ἄντα τιτυσκόμενος, πελέκεων δʼ οὐκ ἤμβροτε πάντων</l><l n="422">πρώτης στειλειῆς, διὰ δʼ ἀμπερὲς ἦλθε θύραζε</l><l n="423">ἰὸς χαλκοβαρής· ὁ δὲ Τηλέμαχον προσέειπε·</l><q type="unspecified"><l n="424"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὔ σʼ ὁ ξεῖνος ἐνὶ μεγάροισιν
                     ἐλέγχει</l><l n="425">ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον</l><l n="426">δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν,</l><l n="427">οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.</l><l n="428">νῦν δʼ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι</l><l n="429">ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι</l><l n="430">μολπῇ καὶ φόρμιγγι· τὰ γάρ τʼ ἀναθήματα δαιτός.</l></q><l n="431"><milestone unit="para" ed="P"/>ἦ καὶ ἐπʼ ὀφρύσι νεῦσεν· ὁ δʼ ἀμφέθετο ξίφος
                  ὀξὺ</l><l n="432">Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,</l><l n="433">ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δʼ ἄρʼ αὐτοῦ</l><l n="434">πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.</l></div><div n="22" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,</l><l n="2">ἆλτο δʼ ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην</l><l n="3">ἰῶν ἐμπλείην, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς</l><l n="4">αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν·</l><q type="unspecified"><l n="5">οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται·</l><l n="6">νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ,</l><l n="7">εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.</l></q><l n="8"><milestone unit="para" ed="P"/>ἦ καὶ ἐπʼ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.</l><l n="9">ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,</l><l n="10">χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,</l><l n="11">ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ</l><l n="12">μέμβλετο· τίς κʼ οἴοιτο μετʼ ἀνδράσι δαιτυμόνεσσι</l><l n="13">μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,</l><l n="14">οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;</l><l n="15">τὸν δʼ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,</l><l n="16">ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή.</l><l n="17">ἐκλίνθη δʼ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς</l><l n="18">βλημένου, αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν</l><l n="19">αἵματος ἀνδρομέοιο· θοῶς δʼ ἀπὸ εἷο τράπεζαν</l><l n="20">ὦσε ποδὶ πλήξας, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε·</l><l n="21">σῖτός τε κρέα τʼ ὀπτὰ φορύνετο. τοὶ δʼ ὁμάδησαν</l><l n="22">μνηστῆρες κατὰ δώμαθʼ, ὅπως ἴδον ἄνδρα πεσόντα,</l><l n="23">ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,</l><l n="24">πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους·</l><l n="25">οὐδέ πη ἀσπὶς ἔην οὐδʼ ἄλκιμον ἔγχος ἑλέσθαι.</l><l n="26">νείκειον δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι·</l><q type="unspecified"><l n="27"><milestone unit="para" ed="P"/>ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτʼ ἀέθλων</l><l n="28">ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.</l><l n="29">καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγʼ ἄριστος</l><l n="30">κούρων εἰν Ἰθάκῃ· τῷ σʼ ἐνθάδε γῦπες ἔδονται.</l></q><l n="31"><milestone unit="para" ed="P"/>ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα</l><l n="32">ἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,</l><l n="33">ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπτο.</l><l n="34">τοὺς δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="35"><milestone unit="para" ed="P"/>ὦ κύνες, οὔ μʼ ἔτʼ ἐφάσκεθʼ ὑπότροπον οἴκαδʼ
                     ἱκέσθαι</l><l n="36">δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,</l><l n="37">δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,</l><l n="38">αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,</l><l n="39">οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="40">οὔτε τινʼ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι·</l><l n="41">νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπται.</l></q><milestone n="42" unit="card" ed="p"/><l n="42"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος
                  εἷλεν·</l><l n="43">πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον.</l><l n="44">Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="45"><milestone unit="para" ed="P"/>εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας,</l><l n="46">ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί,</l><l n="47">πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δʼ ἐπʼ ἀγροῦ.</l><l n="48">ἀλλʼ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων,</l><l n="49">Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,</l><l n="50">οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων,</l><l n="51">ἀλλʼ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,</l><l n="52">ὄφρʼ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι</l><l n="53">αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.</l><l n="54">νῦν δʼ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν</l><l n="55">σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον,</l><l n="56">ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,</l><l n="57">τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,</l><l n="58">χαλκόν τε χρυσόν τʼ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ</l><l n="59">ἰανθῇ· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.</l></q><l n="60"><milestone unit="para" ed="P"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="61">Εὐρύμαχʼ, οὐδʼ εἴ μοι πατρώϊα πάντʼ ἀποδοῖτε,</l><l n="62">ὅσσα τε νῦν ὔμμʼ ἐστὶ καὶ εἴ ποθεν ἄλλʼ ἐπιθεῖτε,</l><l n="63">οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο</l><l n="64">πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.</l><l n="65">νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι</l><l n="66">ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ·</l><l n="67">ἀλλά τινʼ οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.</l></q><l n="68"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῶν δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον
                  ἦτορ.</l><l n="69">τοῖσιν δʼ Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις·</l><q type="unspecified"><l n="70"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας
                     ἀάπτους,</l><l n="71">ἀλλʼ ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>