<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.325-21.369</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.325-21.369</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="21" type="textpart" subtype="book"><q type="unspecified"><l n="325">ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν</l><l n="326">μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·</l><l n="327">ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν</l><l n="328">ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου.</l><l n="329">ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο.</l></q><l n="330">τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="331">Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον</l><l n="332">ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν</l><l n="333">ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε;</l><l n="334">οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής,</l><l n="335">πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.</l><l n="336">ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.</l><l n="337">ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="338">εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,</l><l n="339">ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,</l><l n="340">δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,</l><l n="341">καὶ ξίφος ἄμφηκες· δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα,</l><l n="342">πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.</l></q><l n="343"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="344">μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο</l><l n="345">κρείσσων, ᾧ κʼ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι,</l><l n="346">οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,</l><l n="347">οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·</l><l n="348">τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμι</l><l n="349">καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.</l><l n="350">ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,</l><l n="351">ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε</l><l n="352">ἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσει</l><l n="353">πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.</l></q><milestone n="354" unit="card" ed="p"/><l n="354"><milestone unit="para" ed="P"/>ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·</l><l n="355">παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.</l><l n="356">ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ</l><l n="357">κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον</l><l n="358">ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.</l><l n="359"><milestone unit="para" ed="P"/>αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·</l><l n="360">μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·</l><l n="361">ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="362"><milestone unit="para" ed="P"/>πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,</l><l n="363">πλαγκτέ; τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέες κατέδονται</l><l n="364">οἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων</l><l n="365">ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.</l></q><l n="366"><milestone unit="para" ed="P"/>ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,</l><l n="367">δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.</l><l n="368">Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·</l><q type="unspecified"><l n="369"><milestone unit="para" ed="P"/>ἄττα, πρόσω φέρε τόξα· τάχʼ οὐκ εὖ πᾶσι
                     πιθήσεις</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>