<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.298-21.353</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.298-21.353</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="21" type="textpart" subtype="book"><q type="unspecified"><l n="298">μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο·</l><l n="299">ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε</l><l n="300">ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ</l><l n="301">ῥῖνάς τʼ ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς</l><l n="302">ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.</l><l n="303">ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,</l><l n="304">οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.</l><l n="305">ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον</l><l n="306">ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις</l><l n="307">ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ</l><l n="308">εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,</l><l n="309">πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος</l><l n="310">πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν.</l></q><milestone n="311" unit="card" ed="p"/><l n="311"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="312">Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον</l><l n="313">ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται·</l><l n="314">ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον</l><l n="315">ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας,</l><l n="316">οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;</l><l n="317">οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε·</l><l n="318">μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων</l><l n="319">ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.</l></q><l n="320"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον
                  ηὔδα·</l><q type="unspecified"><l n="321">κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,</l><l n="322">οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν·</l><l n="323">ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,</l><l n="324">μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν</l><l n="325">ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν</l><l n="326">μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·</l><l n="327">ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν</l><l n="328">ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου.</l><l n="329">ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο.</l></q><l n="330">τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="331">Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον</l><l n="332">ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν</l><l n="333">ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε;</l><l n="334">οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής,</l><l n="335">πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.</l><l n="336">ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.</l><l n="337">ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="338">εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,</l><l n="339">ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,</l><l n="340">δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,</l><l n="341">καὶ ξίφος ἄμφηκες· δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα,</l><l n="342">πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.</l></q><l n="343"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="344">μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο</l><l n="345">κρείσσων, ᾧ κʼ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι,</l><l n="346">οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,</l><l n="347">οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·</l><l n="348">τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμι</l><l n="349">καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.</l><l n="350">ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,</l><l n="351">ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε</l><l n="352">ἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσει</l><l n="353">πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>