<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.271-21.327</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.271-21.327</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="21" type="textpart" subtype="book"><l n="271">κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,</l><l n="272">νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.</l><l n="273">οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,</l><l n="274">τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="275"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης·</l><l n="276">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·</l><l n="277">Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα</l><l n="278">λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,</l><l n="279">νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν·</l><l n="280">ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν.</l><l n="281">ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν</l><l n="282">χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτʼ ἐστὶν</l><l n="283">ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,</l><l n="284">ἦ ἤδη μοι ὄλεσσεν ἄλη τʼ ἀκομιστίη τε.</l></q><l n="285"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως
                  νεμέσησαν,</l><l n="286">δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.</l><l n="287">Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="288"><milestone unit="para" ed="P"/>ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί·</l><l n="289">οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν</l><l n="290">δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις</l><l n="291">μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος</l><l n="292">ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.</l><l n="293">οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους</l><l n="294">βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ.</l><l n="295">οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,</l><l n="296">ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,</l><l n="297">ἐς Λαπίθας ἐλθόνθʼ· ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ,</l><l n="298">μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο·</l><l n="299">ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε</l><l n="300">ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ</l><l n="301">ῥῖνάς τʼ ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς</l><l n="302">ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.</l><l n="303">ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,</l><l n="304">οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.</l><l n="305">ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον</l><l n="306">ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις</l><l n="307">ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ</l><l n="308">εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,</l><l n="309">πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος</l><l n="310">πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν.</l></q><milestone n="311" unit="card" ed="p"/><l n="311"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="312">Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον</l><l n="313">ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται·</l><l n="314">ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον</l><l n="315">ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας,</l><l n="316">οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;</l><l n="317">οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε·</l><l n="318">μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων</l><l n="319">ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.</l></q><l n="320"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον
                  ηὔδα·</l><q type="unspecified"><l n="321">κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,</l><l n="322">οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν·</l><l n="323">ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,</l><l n="324">μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν</l><l n="325">ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν</l><l n="326">μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·</l><l n="327">ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>