<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.259-21.289</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.259-21.289</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="21" type="textpart" subtype="book"><q type="unspecified"><l n="259">ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι</l><l n="260">κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας</l><l n="261">ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω,</l><l n="262">ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.</l><l n="263">ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,</l><l n="264">ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·</l><l n="265">ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,</l><l n="266">αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν,</l><l n="267">ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ</l><l n="268">τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.</l></q><l n="269"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.</l><l n="270">τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,</l><l n="271">κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,</l><l n="272">νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.</l><l n="273">οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,</l><l n="274">τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="275"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης·</l><l n="276">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·</l><l n="277">Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα</l><l n="278">λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,</l><l n="279">νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν·</l><l n="280">ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν.</l><l n="281">ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν</l><l n="282">χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτʼ ἐστὶν</l><l n="283">ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,</l><l n="284">ἦ ἤδη μοι ὄλεσσεν ἄλη τʼ ἀκομιστίη τε.</l></q><l n="285"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως
                  νεμέσησαν,</l><l n="286">δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.</l><l n="287">Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="288"><milestone unit="para" ed="P"/>ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί·</l><l n="289">οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>