<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.246-21.337</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.246-21.337</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="21" type="textpart" subtype="book"><l n="246">θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς</l><l n="247">ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ·</l><l n="248">ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="249"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἧ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ
                     πάντων·</l><l n="250">οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·</l><l n="251">εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ</l><l n="252">ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν·</l><l n="253">ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν</l><l n="254">ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι</l><l n="255">τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.</l></q><milestone n="256" unit="card" ed="p"/><l n="256"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="257">Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.</l><l n="258">νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο</l><l n="259">ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι</l><l n="260">κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας</l><l n="261">ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω,</l><l n="262">ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.</l><l n="263">ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,</l><l n="264">ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·</l><l n="265">ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,</l><l n="266">αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν,</l><l n="267">ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ</l><l n="268">τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.</l></q><l n="269"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.</l><l n="270">τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,</l><l n="271">κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,</l><l n="272">νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.</l><l n="273">οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,</l><l n="274">τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="275"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης·</l><l n="276">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·</l><l n="277">Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα</l><l n="278">λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,</l><l n="279">νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν·</l><l n="280">ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν.</l><l n="281">ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν</l><l n="282">χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτʼ ἐστὶν</l><l n="283">ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,</l><l n="284">ἦ ἤδη μοι ὄλεσσεν ἄλη τʼ ἀκομιστίη τε.</l></q><l n="285"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως
                  νεμέσησαν,</l><l n="286">δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.</l><l n="287">Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="288"><milestone unit="para" ed="P"/>ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί·</l><l n="289">οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν</l><l n="290">δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις</l><l n="291">μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος</l><l n="292">ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.</l><l n="293">οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους</l><l n="294">βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ.</l><l n="295">οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,</l><l n="296">ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,</l><l n="297">ἐς Λαπίθας ἐλθόνθʼ· ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ,</l><l n="298">μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο·</l><l n="299">ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε</l><l n="300">ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ</l><l n="301">ῥῖνάς τʼ ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς</l><l n="302">ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.</l><l n="303">ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,</l><l n="304">οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.</l><l n="305">ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον</l><l n="306">ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις</l><l n="307">ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ</l><l n="308">εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,</l><l n="309">πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος</l><l n="310">πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν.</l></q><milestone n="311" unit="card" ed="p"/><l n="311"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="312">Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον</l><l n="313">ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται·</l><l n="314">ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον</l><l n="315">ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας,</l><l n="316">οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;</l><l n="317">οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε·</l><l n="318">μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων</l><l n="319">ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.</l></q><l n="320"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον
                  ηὔδα·</l><q type="unspecified"><l n="321">κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,</l><l n="322">οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν·</l><l n="323">ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,</l><l n="324">μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν</l><l n="325">ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν</l><l n="326">μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·</l><l n="327">ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν</l><l n="328">ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου.</l><l n="329">ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο.</l></q><l n="330">τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="331">Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον</l><l n="332">ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν</l><l n="333">ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε;</l><l n="334">οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής,</l><l n="335">πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.</l><l n="336">ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.</l><l n="337">ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>