<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.246-21.268</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.246-21.268</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="21" type="textpart" subtype="book"><l n="246">θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς</l><l n="247">ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ·</l><l n="248">ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="249"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἧ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ
                     πάντων·</l><l n="250">οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·</l><l n="251">εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ</l><l n="252">ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν·</l><l n="253">ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν</l><l n="254">ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι</l><l n="255">τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.</l></q><milestone n="256" unit="card" ed="p"/><l n="256"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="257">Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.</l><l n="258">νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο</l><l n="259">ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι</l><l n="260">κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας</l><l n="261">ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω,</l><l n="262">ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.</l><l n="263">ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,</l><l n="264">ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·</l><l n="265">ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,</l><l n="266">αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν,</l><l n="267">ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ</l><l n="268">τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>