<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.232-21.262</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.232-21.262</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="21" type="textpart" subtype="book"><q type="unspecified"><l n="232">ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,</l><l n="233">οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·</l><l n="234">ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον</l><l n="235">ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ</l><l n="236">κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,</l><l n="237">ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ</l><l n="238">ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε</l><l n="239">προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.</l><l n="240">σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς</l><l n="241">κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι.</l></q><l n="242"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·</l><l n="243">ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·</l><l n="244">ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.</l><l n="245"><milestone unit="para" ed="P"/>Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,</l><l n="246">θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς</l><l n="247">ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ·</l><l n="248">ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="249"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἧ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ
                     πάντων·</l><l n="250">οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·</l><l n="251">εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ</l><l n="252">ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν·</l><l n="253">ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν</l><l n="254">ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι</l><l n="255">τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.</l></q><milestone n="256" unit="card" ed="p"/><l n="256"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="257">Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.</l><l n="258">νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο</l><l n="259">ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι</l><l n="260">κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας</l><l n="261">ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω,</l><l n="262">ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>