<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.195-21.223</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.195-21.223</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="21" type="textpart" subtype="book"><q type="unspecified"><l n="195">ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι</l><l n="196">ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;</l><l n="197">ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ;</l><l n="198">εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.</l></q><l n="199"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·</l><q type="unspecified"><l n="200">Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,</l><l n="201">ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·</l><l n="202">γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.</l></q><l n="203"><milestone unit="para" ed="P"/>ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι</l><l n="204">νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.</l><milestone n="205" unit="card" ed="p"/><l n="205"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω,</l><l n="206">ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="207"><milestone unit="para" ed="P"/>ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ
                     μογήσας</l><l n="208">ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.</l><l n="209">γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω</l><l n="210">οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα</l><l n="211">εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.</l><l n="212">σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.</l><l n="213">εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,</l><l n="214">ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω</l><l n="215">οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα</l><l n="216">Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.</l><l n="217">εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,</l><l n="218">ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,</l><l n="219">οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι</l><l n="220">Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.</l></q><l n="221"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.</l><l n="222">τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα,</l><l n="223">κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>