<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.188-22.25</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.188-22.25</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="21" type="textpart" subtype="book"><l n="188">τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω</l><l n="189">βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·</l><l n="190">ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.</l><l n="191">ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,</l><l n="192">φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·</l><q type="unspecified"><l n="193"><milestone unit="para" ed="P"/>βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε
                     μυθησαίμην,</l><l n="194">ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.</l><l n="195">ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι</l><l n="196">ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;</l><l n="197">ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ;</l><l n="198">εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.</l></q><l n="199"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·</l><q type="unspecified"><l n="200">Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,</l><l n="201">ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·</l><l n="202">γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.</l></q><l n="203"><milestone unit="para" ed="P"/>ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι</l><l n="204">νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.</l><milestone n="205" unit="card" ed="p"/><l n="205"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω,</l><l n="206">ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="207"><milestone unit="para" ed="P"/>ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ
                     μογήσας</l><l n="208">ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.</l><l n="209">γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω</l><l n="210">οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα</l><l n="211">εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.</l><l n="212">σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.</l><l n="213">εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,</l><l n="214">ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω</l><l n="215">οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα</l><l n="216">Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.</l><l n="217">εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,</l><l n="218">ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,</l><l n="219">οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι</l><l n="220">Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.</l></q><l n="221"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.</l><l n="222">τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα,</l><l n="223">κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,</l><l n="224">καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους</l><l n="225">ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.</l><l n="226">καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,</l><l n="227">εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·</l><q type="unspecified"><l n="228"><milestone unit="para" ed="P"/>παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται</l><l n="229">ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.</l><l n="230">ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες,</l><l n="231">πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω·</l><l n="232">ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,</l><l n="233">οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·</l><l n="234">ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον</l><l n="235">ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ</l><l n="236">κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,</l><l n="237">ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ</l><l n="238">ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε</l><l n="239">προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.</l><l n="240">σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς</l><l n="241">κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι.</l></q><l n="242"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·</l><l n="243">ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·</l><l n="244">ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.</l><l n="245"><milestone unit="para" ed="P"/>Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,</l><l n="246">θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς</l><l n="247">ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ·</l><l n="248">ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="249"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἧ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ
                     πάντων·</l><l n="250">οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·</l><l n="251">εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ</l><l n="252">ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν·</l><l n="253">ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν</l><l n="254">ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι</l><l n="255">τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.</l></q><milestone n="256" unit="card" ed="p"/><l n="256"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="257">Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.</l><l n="258">νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο</l><l n="259">ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι</l><l n="260">κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας</l><l n="261">ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω,</l><l n="262">ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.</l><l n="263">ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,</l><l n="264">ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·</l><l n="265">ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,</l><l n="266">αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν,</l><l n="267">ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ</l><l n="268">τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.</l></q><l n="269"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.</l><l n="270">τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,</l><l n="271">κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,</l><l n="272">νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.</l><l n="273">οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,</l><l n="274">τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="275"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης·</l><l n="276">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·</l><l n="277">Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα</l><l n="278">λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,</l><l n="279">νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν·</l><l n="280">ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν.</l><l n="281">ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν</l><l n="282">χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτʼ ἐστὶν</l><l n="283">ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,</l><l n="284">ἦ ἤδη μοι ὄλεσσεν ἄλη τʼ ἀκομιστίη τε.</l></q><l n="285"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως
                  νεμέσησαν,</l><l n="286">δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.</l><l n="287">Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="288"><milestone unit="para" ed="P"/>ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί·</l><l n="289">οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν</l><l n="290">δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις</l><l n="291">μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος</l><l n="292">ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.</l><l n="293">οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους</l><l n="294">βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ.</l><l n="295">οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,</l><l n="296">ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,</l><l n="297">ἐς Λαπίθας ἐλθόνθʼ· ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ,</l><l n="298">μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο·</l><l n="299">ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε</l><l n="300">ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ</l><l n="301">ῥῖνάς τʼ ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς</l><l n="302">ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.</l><l n="303">ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,</l><l n="304">οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.</l><l n="305">ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον</l><l n="306">ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις</l><l n="307">ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ</l><l n="308">εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,</l><l n="309">πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος</l><l n="310">πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν.</l></q><milestone n="311" unit="card" ed="p"/><l n="311"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="312">Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον</l><l n="313">ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται·</l><l n="314">ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον</l><l n="315">ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας,</l><l n="316">οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;</l><l n="317">οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε·</l><l n="318">μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων</l><l n="319">ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.</l></q><l n="320"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον
                  ηὔδα·</l><q type="unspecified"><l n="321">κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,</l><l n="322">οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν·</l><l n="323">ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,</l><l n="324">μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν</l><l n="325">ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν</l><l n="326">μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·</l><l n="327">ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν</l><l n="328">ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου.</l><l n="329">ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο.</l></q><l n="330">τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="331">Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον</l><l n="332">ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν</l><l n="333">ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε;</l><l n="334">οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής,</l><l n="335">πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.</l><l n="336">ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.</l><l n="337">ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="338">εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,</l><l n="339">ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,</l><l n="340">δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,</l><l n="341">καὶ ξίφος ἄμφηκες· δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα,</l><l n="342">πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.</l></q><l n="343"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="344">μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο</l><l n="345">κρείσσων, ᾧ κʼ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι,</l><l n="346">οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,</l><l n="347">οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·</l><l n="348">τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμι</l><l n="349">καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.</l><l n="350">ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,</l><l n="351">ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε</l><l n="352">ἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσει</l><l n="353">πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.</l></q><milestone n="354" unit="card" ed="p"/><l n="354"><milestone unit="para" ed="P"/>ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·</l><l n="355">παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.</l><l n="356">ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ</l><l n="357">κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον</l><l n="358">ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.</l><l n="359"><milestone unit="para" ed="P"/>αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·</l><l n="360">μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·</l><l n="361">ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="362"><milestone unit="para" ed="P"/>πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,</l><l n="363">πλαγκτέ; τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέες κατέδονται</l><l n="364">οἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων</l><l n="365">ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.</l></q><l n="366"><milestone unit="para" ed="P"/>ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,</l><l n="367">δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.</l><l n="368">Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·</l><q type="unspecified"><l n="369"><milestone unit="para" ed="P"/>ἄττα, πρόσω φέρε τόξα· τάχʼ οὐκ εὖ πᾶσι
                     πιθήσεις</l><l n="370">μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,</l><l n="371">βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.</l><l n="372">αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι,</l><l n="373">μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·</l><l n="374">τῷ κε τάχα στυγερῶς τινʼ ἐγὼ πέμψαιμι νέεσθαι</l><l n="375">ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.</l></q><l n="376"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ
                  γέλασσαν</l><l n="377">μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο</l><l n="378">Τηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης</l><l n="379">ἐν χείρεσσʼ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.</l><l n="380">ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·</l><q type="unspecified"><l n="381"><milestone unit="para" ed="P"/>Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,</l><l n="382">κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.</l><l n="383">ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ</l><l n="384">ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε</l><l n="385">προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.</l></q><l n="386"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,</l><l n="387">κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.</l><l n="388"><milestone unit="para" ed="P"/>σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,</l><l n="389">κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς.</l><l n="390">κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης</l><l n="391">βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός·</l><l n="392">ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,</l><l n="393">εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα</l><l n="394">πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,</l><l n="395">μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.</l><l n="396">ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="397"><milestone unit="para" ed="P"/>ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·</l><l n="398">ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται</l><l n="399">ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ</l><l n="400">νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.</l></q><milestone n="401" unit="card" ed="p"/><l n="401"><milestone unit="para" ed="P"/>ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="402">αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν</l><l n="403">ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.</l></q><l n="404"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,</l><l n="405">αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,</l><l n="406">ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς</l><l n="407">ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,</l><l n="408">ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,</l><l n="409">ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.</l><l n="410">δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·</l><l n="411">ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.</l><l n="412">μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς</l><l n="413">ἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων·</l><l n="414">γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.</l><l n="415">ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω·</l><l n="416">εἵλετο δʼ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ</l><l n="417">γυμνός· τοὶ δʼ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης</l><l n="418">κείατο, τῶν τάχʼ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.</l><l n="419">τόν ῥʼ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,</l><l n="420">αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δʼ ὀϊστὸν</l><l n="421">ἄντα τιτυσκόμενος, πελέκεων δʼ οὐκ ἤμβροτε πάντων</l><l n="422">πρώτης στειλειῆς, διὰ δʼ ἀμπερὲς ἦλθε θύραζε</l><l n="423">ἰὸς χαλκοβαρής· ὁ δὲ Τηλέμαχον προσέειπε·</l><q type="unspecified"><l n="424"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὔ σʼ ὁ ξεῖνος ἐνὶ μεγάροισιν
                     ἐλέγχει</l><l n="425">ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον</l><l n="426">δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν,</l><l n="427">οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.</l><l n="428">νῦν δʼ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι</l><l n="429">ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι</l><l n="430">μολπῇ καὶ φόρμιγγι· τὰ γάρ τʼ ἀναθήματα δαιτός.</l></q><l n="431"><milestone unit="para" ed="P"/>ἦ καὶ ἐπʼ ὀφρύσι νεῦσεν· ὁ δʼ ἀμφέθετο ξίφος
                  ὀξὺ</l><l n="432">Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,</l><l n="433">ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δʼ ἄρʼ αὐτοῦ</l><l n="434">πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.</l></div><div n="22" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,</l><l n="2">ἆλτο δʼ ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην</l><l n="3">ἰῶν ἐμπλείην, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς</l><l n="4">αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν·</l><q type="unspecified"><l n="5">οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται·</l><l n="6">νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ,</l><l n="7">εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.</l></q><l n="8"><milestone unit="para" ed="P"/>ἦ καὶ ἐπʼ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.</l><l n="9">ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,</l><l n="10">χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,</l><l n="11">ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ</l><l n="12">μέμβλετο· τίς κʼ οἴοιτο μετʼ ἀνδράσι δαιτυμόνεσσι</l><l n="13">μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,</l><l n="14">οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;</l><l n="15">τὸν δʼ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,</l><l n="16">ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή.</l><l n="17">ἐκλίνθη δʼ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς</l><l n="18">βλημένου, αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν</l><l n="19">αἵματος ἀνδρομέοιο· θοῶς δʼ ἀπὸ εἷο τράπεζαν</l><l n="20">ὦσε ποδὶ πλήξας, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε·</l><l n="21">σῖτός τε κρέα τʼ ὀπτὰ φορύνετο. τοὶ δʼ ὁμάδησαν</l><l n="22">μνηστῆρες κατὰ δώμαθʼ, ὅπως ἴδον ἄνδρα πεσόντα,</l><l n="23">ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,</l><l n="24">πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους·</l><l n="25">οὐδέ πη ἀσπὶς ἔην οὐδʼ ἄλκιμον ἔγχος ἑλέσθαι.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>