<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.157-21.213</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.157-21.213</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="21" type="textpart" subtype="book"><q type="unspecified"><l n="157">νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ</l><l n="158">γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.</l><l n="159">αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,</l><l n="160">ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων</l><l n="161">μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα</l><l n="162">γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.</l></q><milestone n="163" unit="card" ed="p"/><l n="163"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,</l><l n="164">κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,</l><l n="165">αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,</l><l n="166">ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.</l><l n="167">Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="168">Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,</l><l n="169">δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων—</l><l n="170">εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει</l><l n="171">θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.</l><l n="172">οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ</l><l n="173">οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν·</l><l n="174">ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.</l></q><l n="175"><milestone unit="para" ed="P"/>ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον
                  αἰγῶν·</l><q type="unspecified"><l n="176">ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,</l><l n="177">πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ,</l><l n="178">ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,</l><l n="179">ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ,</l><l n="180">τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.</l></q><l n="181"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον
                  πῦρ,</l><l n="182">πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ,</l><l n="183">ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος·</l><l n="184">τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ· οὐδʼ ἐδύναντο</l><l n="185">ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.</l><l n="186"><milestone unit="para" ed="P"/>Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,</l><l n="187">ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.</l><l n="188">τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω</l><l n="189">βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·</l><l n="190">ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.</l><l n="191">ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,</l><l n="192">φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·</l><q type="unspecified"><l n="193"><milestone unit="para" ed="P"/>βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε
                     μυθησαίμην,</l><l n="194">ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.</l><l n="195">ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι</l><l n="196">ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;</l><l n="197">ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ;</l><l n="198">εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.</l></q><l n="199"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·</l><q type="unspecified"><l n="200">Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,</l><l n="201">ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·</l><l n="202">γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.</l></q><l n="203"><milestone unit="para" ed="P"/>ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι</l><l n="204">νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.</l><milestone n="205" unit="card" ed="p"/><l n="205"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω,</l><l n="206">ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="207"><milestone unit="para" ed="P"/>ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ
                     μογήσας</l><l n="208">ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.</l><l n="209">γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω</l><l n="210">οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα</l><l n="211">εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.</l><l n="212">σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.</l><l n="213">εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>