<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.149-21.299</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.149-21.299</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="21" type="textpart" subtype="book"><l n="149">στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,</l><l n="150">οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων</l><l n="151">ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·</l><q type="unspecified"><l n="152"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ
                     ἄλλος.</l><l n="153">πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει</l><l n="154">θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι</l><l n="155">τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ</l><l n="156">ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.</l><l n="157">νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ</l><l n="158">γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.</l><l n="159">αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,</l><l n="160">ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων</l><l n="161">μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα</l><l n="162">γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.</l></q><milestone n="163" unit="card" ed="p"/><l n="163"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,</l><l n="164">κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,</l><l n="165">αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,</l><l n="166">ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.</l><l n="167">Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="168">Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,</l><l n="169">δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων—</l><l n="170">εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει</l><l n="171">θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.</l><l n="172">οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ</l><l n="173">οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν·</l><l n="174">ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.</l></q><l n="175"><milestone unit="para" ed="P"/>ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον
                  αἰγῶν·</l><q type="unspecified"><l n="176">ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,</l><l n="177">πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ,</l><l n="178">ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,</l><l n="179">ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ,</l><l n="180">τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.</l></q><l n="181"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον
                  πῦρ,</l><l n="182">πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ,</l><l n="183">ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος·</l><l n="184">τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ· οὐδʼ ἐδύναντο</l><l n="185">ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.</l><l n="186"><milestone unit="para" ed="P"/>Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,</l><l n="187">ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.</l><l n="188">τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω</l><l n="189">βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·</l><l n="190">ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.</l><l n="191">ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,</l><l n="192">φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·</l><q type="unspecified"><l n="193"><milestone unit="para" ed="P"/>βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε
                     μυθησαίμην,</l><l n="194">ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.</l><l n="195">ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι</l><l n="196">ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;</l><l n="197">ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ;</l><l n="198">εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.</l></q><l n="199"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·</l><q type="unspecified"><l n="200">Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,</l><l n="201">ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·</l><l n="202">γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.</l></q><l n="203"><milestone unit="para" ed="P"/>ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι</l><l n="204">νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.</l><milestone n="205" unit="card" ed="p"/><l n="205"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω,</l><l n="206">ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="207"><milestone unit="para" ed="P"/>ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ
                     μογήσας</l><l n="208">ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.</l><l n="209">γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω</l><l n="210">οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα</l><l n="211">εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.</l><l n="212">σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.</l><l n="213">εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,</l><l n="214">ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω</l><l n="215">οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα</l><l n="216">Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.</l><l n="217">εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,</l><l n="218">ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,</l><l n="219">οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι</l><l n="220">Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.</l></q><l n="221"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.</l><l n="222">τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα,</l><l n="223">κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,</l><l n="224">καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους</l><l n="225">ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.</l><l n="226">καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,</l><l n="227">εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·</l><q type="unspecified"><l n="228"><milestone unit="para" ed="P"/>παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται</l><l n="229">ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.</l><l n="230">ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες,</l><l n="231">πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω·</l><l n="232">ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,</l><l n="233">οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·</l><l n="234">ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον</l><l n="235">ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ</l><l n="236">κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,</l><l n="237">ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ</l><l n="238">ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε</l><l n="239">προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.</l><l n="240">σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς</l><l n="241">κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι.</l></q><l n="242"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·</l><l n="243">ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·</l><l n="244">ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.</l><l n="245"><milestone unit="para" ed="P"/>Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,</l><l n="246">θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς</l><l n="247">ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ·</l><l n="248">ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="249"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἧ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ
                     πάντων·</l><l n="250">οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·</l><l n="251">εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ</l><l n="252">ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν·</l><l n="253">ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν</l><l n="254">ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι</l><l n="255">τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.</l></q><milestone n="256" unit="card" ed="p"/><l n="256"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="257">Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.</l><l n="258">νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο</l><l n="259">ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι</l><l n="260">κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας</l><l n="261">ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω,</l><l n="262">ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.</l><l n="263">ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,</l><l n="264">ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·</l><l n="265">ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,</l><l n="266">αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν,</l><l n="267">ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ</l><l n="268">τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.</l></q><l n="269"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.</l><l n="270">τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,</l><l n="271">κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,</l><l n="272">νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.</l><l n="273">οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,</l><l n="274">τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="275"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης·</l><l n="276">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·</l><l n="277">Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα</l><l n="278">λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,</l><l n="279">νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν·</l><l n="280">ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν.</l><l n="281">ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν</l><l n="282">χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτʼ ἐστὶν</l><l n="283">ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,</l><l n="284">ἦ ἤδη μοι ὄλεσσεν ἄλη τʼ ἀκομιστίη τε.</l></q><l n="285"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως
                  νεμέσησαν,</l><l n="286">δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.</l><l n="287">Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="288"><milestone unit="para" ed="P"/>ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί·</l><l n="289">οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν</l><l n="290">δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις</l><l n="291">μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος</l><l n="292">ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.</l><l n="293">οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους</l><l n="294">βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ.</l><l n="295">οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,</l><l n="296">ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,</l><l n="297">ἐς Λαπίθας ἐλθόνθʼ· ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ,</l><l n="298">μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο·</l><l n="299">ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>