<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.100-21.156</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:21.100-21.156</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="21" type="textpart" subtype="book"><l n="100">ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους.</l><l n="101"><milestone unit="para" ed="P"/>τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·</l><q type="unspecified"><l n="102">ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·</l><l n="103">μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,</l><l n="104">ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·</l><l n="105">αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.</l><l n="106">ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον,</l><l n="107">οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν,</l><l n="108">οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης·</l><l n="109">οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης·</l><l n="110">καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου;</l><l n="111">ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου</l><l n="112">δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.</l><l n="113">καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·</l><l n="114">εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,</l><l n="115">οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ</l><l n="116">λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην</l><l n="117">οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.</l></q><milestone n="118" unit="card" ed="p"/><l n="118"><milestone unit="para" ed="P"/>ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν</l><l n="119">ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων.</l><l n="120">πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας</l><l n="121">πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,</l><l n="122">ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δʼ ἕλε πάντας ἰδόντας,</l><l n="123">ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει.</l><l n="124">στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.</l><l n="125">τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,</l><l n="126">τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,</l><l n="127">νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.</l><l n="128">καί νύ κε δή ῥʼ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,</l><l n="129">ἀλλʼ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.</l><l n="130">τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·</l><q type="unspecified"><l n="131"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ
                     ἄκικυς,</l><l n="132">ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα</l><l n="133">ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.</l><l n="134">ἀλλʼ ἄγεθʼ, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,</l><l n="135">τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.</l></q><l n="136"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,</l><l n="137">κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,</l><l n="138">αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,</l><l n="139">ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.</l><l n="140"><milestone unit="para" ed="P"/>τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="141">ὄρνυσθʼ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,</l><l n="142">ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.</l></q><l n="143"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.</l><l n="144">Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,</l><l n="145">ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν</l><l n="146">ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ</l><l n="147">ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·</l><l n="148">ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.</l><l n="149">στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,</l><l n="150">οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων</l><l n="151">ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·</l><q type="unspecified"><l n="152"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ
                     ἄλλος.</l><l n="153">πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει</l><l n="154">θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι</l><l n="155">τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ</l><l n="156">ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>