<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.95-20.151</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.95-20.151</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><l n="95">χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν,</l><l n="96">ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην</l><l n="97">θῆκε θύραζε φέρων, Διὶ δʼ εὔξατο χεῖρας ἀνασχών·</l><q type="unspecified"><l n="98"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ
                     ὑγρὴν</l><l n="99">ἤγετʼ ἐμὴν ἐς γαῖαν, ἐπεί μʼ ἐκακώσατε λίην,</l><l n="100">φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων</l><l n="101">ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.</l></q><l n="102"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς,</l><l n="103">αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου,</l><l n="104">ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς.</l><l n="105">φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς</l><l n="106">πλησίον, ἔνθʼ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν,</l><l n="107">τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες</l><l n="108">ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.</l><l n="109">αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,</l><l n="110">ἡ δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο·</l><l n="111">ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι·</l><q type="unspecified"><l n="112"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν
                     ἀνάσσεις,</l><l n="113">ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος,</l><l n="114">οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις.</l><l n="115">κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·</l><l n="116">μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε</l><l n="117">ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν,</l><l n="118">οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν</l><l n="119">ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν.</l></q><l n="120"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς</l><l n="121">Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας.</l><l n="122"><milestone unit="para" ed="P"/>αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος</l><l n="123">ἀγρόμεναι ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ.</l><l n="124">Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς,</l><l n="125">εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ·</l><l n="126">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="127">εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῷ·</l><l n="128">στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, πρὸς δʼ Εὐρύκλειαν ἔειπε·</l><q type="unspecified"><l n="129"><milestone unit="para" ed="P"/>μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθʼ ἐνὶ οἴκῳ</l><l n="130">εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής;</l><l n="131">τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα·</l><l n="132">ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων</l><milestone n="133" unit="card" ed="p"/><l n="133">χείρονα, τὸν δέ τʼ ἀρείονʼ ἀτιμήσασʼ ἀποπέμπει.</l></q><l n="134"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·</l><q type="unspecified"><l n="135">οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο.</l><l n="136">οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρʼ ἔθελʼ αὐτός,</l><l n="137">σίτου δʼ οὐκέτʼ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν.</l><l n="138">ἀλλʼ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο,</l><l n="139">ἡ μὲν δέμνιʼ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν,</l><l n="140">αὐτὰρ ὅ γʼ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος,</l><l n="141">οὐκ ἔθελʼ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,</l><l n="142">ἀλλʼ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν</l><l n="143">ἔδραθʼ ἐνὶ προδόμῳ· χλαῖναν δʼ ἐπιέσσαμεν ἡμεῖς.</l></q><l n="144"><milestone unit="para" ed="P"/>ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="145">ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.</l><l n="146">βῆ δʼ ἴμεν εἰς ἀγορὴν μετʼ ἐϋκνήμιδας Ἀχαιούς.</l><l n="147">ἡ δʼ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν,</l><l n="148">Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο·</l><q type="unspecified"><l n="149"><milestone unit="para" ed="P"/>ἀγρεῖθʼ, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι,</l><l n="150">ῥάσσατέ τʼ, ἔν τε θρόνοις εὐποιήτοισι τάπητας</l><l n="151">βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>