<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.86-20.118</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.86-20.118</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><q type="unspecified"><l n="86">ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ—</l><l n="87">αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων.</l><l n="88">τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,</l><l n="89">τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ</l><l n="90">χαῖρʼ, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλʼ ὕπαρ ἤδη.</l></q><milestone n="91" unit="card" ed="p"/><l n="91"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.</l><l n="92">τῆς δʼ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς·</l><l n="93">μερμήριζε δʼ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν</l><l n="94">ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι.</l><l n="95">χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν,</l><l n="96">ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην</l><l n="97">θῆκε θύραζε φέρων, Διὶ δʼ εὔξατο χεῖρας ἀνασχών·</l><q type="unspecified"><l n="98"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ
                     ὑγρὴν</l><l n="99">ἤγετʼ ἐμὴν ἐς γαῖαν, ἐπεί μʼ ἐκακώσατε λίην,</l><l n="100">φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων</l><l n="101">ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.</l></q><l n="102"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς,</l><l n="103">αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου,</l><l n="104">ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς.</l><l n="105">φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς</l><l n="106">πλησίον, ἔνθʼ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν,</l><l n="107">τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες</l><l n="108">ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.</l><l n="109">αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,</l><l n="110">ἡ δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο·</l><l n="111">ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι·</l><q type="unspecified"><l n="112"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν
                     ἀνάσσεις,</l><l n="113">ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος,</l><l n="114">οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις.</l><l n="115">κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·</l><l n="116">μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε</l><l n="117">ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν,</l><l n="118">οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>