<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.66-20.84</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.66-20.84</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><q type="unspecified"><l n="66">ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·</l><l n="67">τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο</l><l n="68">ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη</l><l n="69">τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ·</l><l n="70">Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν</l><l n="71">εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή,</l><l n="72">ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.</l><l n="73">εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,</l><l n="74">κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο—</l><l n="75">ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα,</l><l n="76">μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων—</l><l n="77">τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο</l><l n="78">καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν·</l><l n="79">ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες,</l><l n="80">ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα</l><l n="81">ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,</l><l n="82">μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.</l><l n="83">ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις</l><l n="84">ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>