<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.44-20.88</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.44-20.88</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><l n="44"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="45">σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθʼ ἑταίρῳ,</l><l n="46">ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν·</l><l n="47">αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω</l><l n="48">ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν·</l><l n="49">εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων</l><l n="50">νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ,</l><l n="51">καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.</l><l n="52">ἀλλʼ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν</l><l n="53">πάννυχον ἐγρήσσοντα, κακῶν δʼ ὑποδύσεαι ἤδη.</l></q><l n="54"><milestone unit="para" ed="P"/>ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν
                  ἔχευεν,</l><l n="55">αὐτὴ δʼ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων.</l><l n="56"><milestone unit="para" ed="P"/>εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ,</l><l n="57">λυσιμελής, ἄλοχος δʼ ἄρʼ ἐπέγρετο κεδνὰ ἰδυῖα·</l><l n="58">κλαῖε δʼ ἄρʼ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.</l><l n="59">αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,</l><l n="60">Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν·</l><q type="unspecified"><l n="61"><milestone unit="para" ed="P"/>Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι
                     ἤδη</l><l n="62">ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο</l><l n="63">αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα</l><l n="64">οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα,</l><l n="65">ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.</l><l n="66">ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·</l><l n="67">τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο</l><l n="68">ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη</l><l n="69">τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ·</l><l n="70">Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν</l><l n="71">εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή,</l><l n="72">ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.</l><l n="73">εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,</l><l n="74">κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο—</l><l n="75">ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα,</l><l n="76">μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων—</l><l n="77">τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο</l><l n="78">καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν·</l><l n="79">ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες,</l><l n="80">ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα</l><l n="81">ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,</l><l n="82">μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.</l><l n="83">ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις</l><l n="84">ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ,</l><l n="85">νύκτας δʼ ὕπνος ἔχῃσιν—ὁ γάρ τʼ ἐπέλησεν ἁπάντων,</l><l n="86">ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ—</l><l n="87">αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων.</l><l n="88">τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>