<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.392-21.148</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.392-21.148</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><l n="392">δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,</l><l n="393">οἷον δὴ τάχʼ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ</l><l n="394">θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο.</l></div><div n="21" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="2">κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,</l><l n="3">τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον</l><l n="4">ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.</l><l n="5">κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,</l><l n="6">εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ</l><l n="7">καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν.</l><l n="8">βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν</l><l n="9">ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,</l><l n="10">χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.</l><l n="11">ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη</l><l n="12">ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί,</l><l n="13">δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας</l><l n="14">Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.</l><l n="15">τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν</l><l n="16">οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς</l><l n="17">ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·</l><l n="18">μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν</l><l n="19">νηυσὶ πολυκλήϊσι τριηκόσιʼ ἠδὲ νομῆας.</l><l n="20">τῶν ἕνεκʼ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς</l><l n="21">παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.</l><l n="22">Ἴφιτος αὖθʼ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο</l><l n="23">δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοί·</l><l n="24">αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,</l><l n="25">ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον,</l><l n="26">φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,</l><l n="27">ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ,</l><l n="28">σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατʼ οὐδὲ τράπεζαν,</l><l n="29">τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν,</l><l n="30">ἵππους δʼ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.</l><l n="31">τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,</l><l n="32">τὸ πρὶν μέν ῥʼ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ</l><l n="33">κάλλιπʼ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.</l><l n="34">τῷ δʼ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,</l><l n="35">ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ</l><l n="36">γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν</l><l n="37">Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,</l><l n="38">ὅς οἱ τόξον ἔδωκε. τὸ δʼ οὔ ποτε δῖος Ὀδυσσεὺς</l><l n="39">ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν</l><l n="40">ᾑρεῖτʼ, ἀλλʼ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο</l><l n="41">κέσκετʼ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.</l><milestone n="42" unit="card" ed="p"/><l n="42"><milestone unit="para" ed="P"/>ἡ δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν</l><l n="43">οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων</l><l n="44">ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,</l><l n="45">ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς,</l><l n="46">αὐτίκʼ ἄρʼ ἥ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,</l><l n="47">ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας</l><l n="48">ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος</l><l n="49">βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα</l><l n="50">πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.</l><l n="51">ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ</l><l n="52">ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο.</l><l n="53">ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον</l><l n="54">αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.</l><l n="55">ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,</l><l n="56">κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος.</l><l n="57">ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,</l><l n="58">βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς</l><l n="59">τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην</l><l n="60">ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί.</l><l n="61">τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος</l><l n="62">κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.</l><l n="63">ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,</l><l n="64">στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,</l><l n="65">ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.</l><l n="66">ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.</l><l n="67">αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον·</l><q type="unspecified"><l n="68"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε
                     δῶμα</l><l n="69">ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ</l><l n="70">ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην</l><l n="71">μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,</l><l n="72">ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.</l><l n="73">ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον.</l><l n="74">θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·</l><l n="75">ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι</l><l n="76">καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,</l><l n="77">τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα</l><l n="78">κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,</l><l n="79">τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.</l></q><milestone n="80" unit="card" ed="p"/><l n="80"><milestone unit="para" ed="P"/>ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,</l><l n="81">τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.</l><l n="82">δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·</l><l n="83">κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.</l><l n="84">Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="85"><milestone unit="para" ed="P"/>νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,</l><l n="86">ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ</l><l n="87">θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως</l><l n="88">κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.</l><l n="89">ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε</l><l n="90">κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε,</l><l n="91">μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω</l><l n="92">ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.</l><l n="93">οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν</l><l n="94">οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,</l><l n="95">καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα.</l></q><l n="96"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει</l><l n="97">νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.</l><l n="98">ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν</l><l n="99">ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμα</l><l n="100">ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους.</l><l n="101"><milestone unit="para" ed="P"/>τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·</l><q type="unspecified"><l n="102">ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·</l><l n="103">μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,</l><l n="104">ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·</l><l n="105">αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.</l><l n="106">ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον,</l><l n="107">οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν,</l><l n="108">οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης·</l><l n="109">οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης·</l><l n="110">καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου;</l><l n="111">ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου</l><l n="112">δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.</l><l n="113">καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·</l><l n="114">εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,</l><l n="115">οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ</l><l n="116">λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην</l><l n="117">οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.</l></q><milestone n="118" unit="card" ed="p"/><l n="118"><milestone unit="para" ed="P"/>ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν</l><l n="119">ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων.</l><l n="120">πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας</l><l n="121">πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,</l><l n="122">ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δʼ ἕλε πάντας ἰδόντας,</l><l n="123">ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει.</l><l n="124">στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.</l><l n="125">τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,</l><l n="126">τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,</l><l n="127">νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.</l><l n="128">καί νύ κε δή ῥʼ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,</l><l n="129">ἀλλʼ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.</l><l n="130">τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·</l><q type="unspecified"><l n="131"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ
                     ἄκικυς,</l><l n="132">ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα</l><l n="133">ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.</l><l n="134">ἀλλʼ ἄγεθʼ, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,</l><l n="135">τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.</l></q><l n="136"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,</l><l n="137">κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,</l><l n="138">αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,</l><l n="139">ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.</l><l n="140"><milestone unit="para" ed="P"/>τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="141">ὄρνυσθʼ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,</l><l n="142">ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.</l></q><l n="143"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.</l><l n="144">Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,</l><l n="145">ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν</l><l n="146">ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ</l><l n="147">ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·</l><l n="148">ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>