<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.39-20.57</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.39-20.57</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><q type="unspecified"><l n="39">ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω,</l><l n="40">μοῦνος ἐών· οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔασι.</l><l n="41">πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω·</l><l n="42">εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι,</l><l n="43">πῆ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα.</l></q><milestone n="44" unit="card" ed="p"/><l n="44"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="45">σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθʼ ἑταίρῳ,</l><l n="46">ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν·</l><l n="47">αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω</l><l n="48">ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν·</l><l n="49">εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων</l><l n="50">νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ,</l><l n="51">καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.</l><l n="52">ἀλλʼ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν</l><l n="53">πάννυχον ἐγρήσσοντα, κακῶν δʼ ὑποδύσεαι ἤδη.</l></q><l n="54"><milestone unit="para" ed="P"/>ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν
                  ἔχευεν,</l><l n="55">αὐτὴ δʼ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων.</l><l n="56"><milestone unit="para" ed="P"/>εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ,</l><l n="57">λυσιμελής, ἄλοχος δʼ ἄρʼ ἐπέγρετο κεδνὰ ἰδυῖα·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>