<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.387-21.15</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.387-21.15</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><l n="387"><milestone unit="para" ed="P"/>ἡ δὲ κατʼ ἄντηστιν θεμένη περικαλλέα δίφρον</l><l n="388">κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,</l><l n="389">ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.</l><l n="390">δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο</l><l n="391">ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλʼ ἱέρευσαν·</l><l n="392">δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,</l><l n="393">οἷον δὴ τάχʼ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ</l><l n="394">θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο.</l></div><div n="21" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="2">κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,</l><l n="3">τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον</l><l n="4">ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.</l><l n="5">κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,</l><l n="6">εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ</l><l n="7">καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν.</l><l n="8">βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν</l><l n="9">ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,</l><l n="10">χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.</l><l n="11">ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη</l><l n="12">ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί,</l><l n="13">δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας</l><l n="14">Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.</l><l n="15">τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>