<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.38-20.309</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.38-20.309</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><q type="unspecified"><l n="38">ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,</l><l n="39">ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω,</l><l n="40">μοῦνος ἐών· οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔασι.</l><l n="41">πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω·</l><l n="42">εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι,</l><l n="43">πῆ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα.</l></q><milestone n="44" unit="card" ed="p"/><l n="44"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="45">σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθʼ ἑταίρῳ,</l><l n="46">ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν·</l><l n="47">αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω</l><l n="48">ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν·</l><l n="49">εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων</l><l n="50">νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ,</l><l n="51">καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.</l><l n="52">ἀλλʼ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν</l><l n="53">πάννυχον ἐγρήσσοντα, κακῶν δʼ ὑποδύσεαι ἤδη.</l></q><l n="54"><milestone unit="para" ed="P"/>ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν
                  ἔχευεν,</l><l n="55">αὐτὴ δʼ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων.</l><l n="56"><milestone unit="para" ed="P"/>εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ,</l><l n="57">λυσιμελής, ἄλοχος δʼ ἄρʼ ἐπέγρετο κεδνὰ ἰδυῖα·</l><l n="58">κλαῖε δʼ ἄρʼ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.</l><l n="59">αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,</l><l n="60">Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν·</l><q type="unspecified"><l n="61"><milestone unit="para" ed="P"/>Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι
                     ἤδη</l><l n="62">ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο</l><l n="63">αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα</l><l n="64">οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα,</l><l n="65">ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.</l><l n="66">ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·</l><l n="67">τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο</l><l n="68">ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη</l><l n="69">τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ·</l><l n="70">Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν</l><l n="71">εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή,</l><l n="72">ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.</l><l n="73">εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,</l><l n="74">κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο—</l><l n="75">ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα,</l><l n="76">μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων—</l><l n="77">τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο</l><l n="78">καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν·</l><l n="79">ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες,</l><l n="80">ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα</l><l n="81">ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,</l><l n="82">μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.</l><l n="83">ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις</l><l n="84">ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ,</l><l n="85">νύκτας δʼ ὕπνος ἔχῃσιν—ὁ γάρ τʼ ἐπέλησεν ἁπάντων,</l><l n="86">ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ—</l><l n="87">αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων.</l><l n="88">τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,</l><l n="89">τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ</l><l n="90">χαῖρʼ, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλʼ ὕπαρ ἤδη.</l></q><milestone n="91" unit="card" ed="p"/><l n="91"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.</l><l n="92">τῆς δʼ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς·</l><l n="93">μερμήριζε δʼ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν</l><l n="94">ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι.</l><l n="95">χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν,</l><l n="96">ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην</l><l n="97">θῆκε θύραζε φέρων, Διὶ δʼ εὔξατο χεῖρας ἀνασχών·</l><q type="unspecified"><l n="98"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ
                     ὑγρὴν</l><l n="99">ἤγετʼ ἐμὴν ἐς γαῖαν, ἐπεί μʼ ἐκακώσατε λίην,</l><l n="100">φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων</l><l n="101">ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.</l></q><l n="102"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς,</l><l n="103">αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου,</l><l n="104">ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς.</l><l n="105">φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς</l><l n="106">πλησίον, ἔνθʼ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν,</l><l n="107">τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες</l><l n="108">ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.</l><l n="109">αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,</l><l n="110">ἡ δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο·</l><l n="111">ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι·</l><q type="unspecified"><l n="112"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν
                     ἀνάσσεις,</l><l n="113">ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος,</l><l n="114">οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις.</l><l n="115">κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·</l><l n="116">μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε</l><l n="117">ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν,</l><l n="118">οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν</l><l n="119">ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν.</l></q><l n="120"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς</l><l n="121">Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας.</l><l n="122"><milestone unit="para" ed="P"/>αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος</l><l n="123">ἀγρόμεναι ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ.</l><l n="124">Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς,</l><l n="125">εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ·</l><l n="126">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="127">εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῷ·</l><l n="128">στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, πρὸς δʼ Εὐρύκλειαν ἔειπε·</l><q type="unspecified"><l n="129"><milestone unit="para" ed="P"/>μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθʼ ἐνὶ οἴκῳ</l><l n="130">εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής;</l><l n="131">τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα·</l><l n="132">ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων</l><milestone n="133" unit="card" ed="p"/><l n="133">χείρονα, τὸν δέ τʼ ἀρείονʼ ἀτιμήσασʼ ἀποπέμπει.</l></q><l n="134"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·</l><q type="unspecified"><l n="135">οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο.</l><l n="136">οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρʼ ἔθελʼ αὐτός,</l><l n="137">σίτου δʼ οὐκέτʼ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν.</l><l n="138">ἀλλʼ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο,</l><l n="139">ἡ μὲν δέμνιʼ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν,</l><l n="140">αὐτὰρ ὅ γʼ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος,</l><l n="141">οὐκ ἔθελʼ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,</l><l n="142">ἀλλʼ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν</l><l n="143">ἔδραθʼ ἐνὶ προδόμῳ· χλαῖναν δʼ ἐπιέσσαμεν ἡμεῖς.</l></q><l n="144"><milestone unit="para" ed="P"/>ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="145">ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.</l><l n="146">βῆ δʼ ἴμεν εἰς ἀγορὴν μετʼ ἐϋκνήμιδας Ἀχαιούς.</l><l n="147">ἡ δʼ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν,</l><l n="148">Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο·</l><q type="unspecified"><l n="149"><milestone unit="para" ed="P"/>ἀγρεῖθʼ, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι,</l><l n="150">ῥάσσατέ τʼ, ἔν τε θρόνοις εὐποιήτοισι τάπητας</l><l n="151">βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας</l><l n="152">πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας</l><l n="153">καὶ δέπα ἀμφικύπελλα τετυγμένα· ταὶ δὲ μεθʼ ὕδωρ</l><l n="154">ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι.</l><l n="155">οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο,</l><l n="156">ἀλλὰ μάλʼ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή.</l></q><l n="157"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο.</l><l n="158">αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον,</l><l n="159">αἱ δʼ αὐτοῦ κατὰ δώματʼ ἐπισταμένως πονέοντο.</l><l n="160"><milestone unit="para" ed="P"/>ἐς δʼ ἦλθον δρηστῆρες Ἀχαιῶν. οἱ μὲν ἔπειτα</l><l n="161">εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες</l><l n="162">ἦλθον ἀπὸ κρήνης· ἐπὶ δέ σφισιν ἦλθε συβώτης</l><l n="163">τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι.</l><l n="164">καὶ τοὺς μέν ῥʼ εἴασε καθʼ ἕρκεα καλὰ νέμεσθαι,</l><l n="165">αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα μειλιχίοισι·</l><q type="unspecified"><l n="166"><milestone unit="para" ed="P"/>ξεῖνʼ, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν,</l><l n="167">ἦέ σʼ ἀτιμάζουσι κατὰ μέγαρʼ, ὡς τὸ πάρος περ;</l></q><l n="168"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολυμήτις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="169">αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην,</l><l n="170">ἣν οἵδʼ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται</l><l n="171">οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδʼ αἰδοῦς μοῖραν ἔχουσιν.</l></q><l n="172"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="173">ἀγχίμολον δέ σφʼ ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν.</l><l n="174">αἶγας ἄγων αἳ πᾶσι μετέρεπον αἰπολίοισι,</l><l n="175">δεῖπνον μνηστήρεσσι. δύω δʼ ἅμʼ ἕποντο νομῆες.</l><l n="176">καὶ τὰς μὲν κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,</l><l n="177">αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα κερτομίοισι·</l><q type="unspecified"><l n="178"><milestone unit="para" ed="P"/>ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις κατὰ δῶμα</l><l n="179">ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε;</l><l n="180">πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω</l><l n="181">πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον</l><l n="182">αἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν.</l></q><milestone n="183" unit="card" ed="p"/><l n="183"><milestone unit="para" ed="P"/>ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη πολύμητις
                  Ὀδυσσεύς,</l><l n="184">ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.</l><l n="185"><milestone unit="para" ed="P"/>τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος
                  ἀνδρῶν,</l><l n="186">βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.</l><l n="187">πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους</l><l n="188">ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται.</l><l n="189">καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,</l><l n="190">αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς·</l><q type="unspecified"><l n="191"><milestone unit="para" ed="P"/>τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,</l><l n="192">ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι</l><l n="193">ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;</l><l n="194">δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·</l><l n="195">ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,</l><l n="196">ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.</l></q><l n="197"><milestone unit="para" ed="P"/>ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,</l><l n="198">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="199"><milestone unit="para" ed="P"/>χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ
                     ὀπίσσω</l><l n="200">ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.</l><l n="201">Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·</l><l n="202">οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,</l><l n="203">μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.</l><l n="204">ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε</l><l n="205">μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω</l><l n="206">τοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι,</l><l n="207">εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.</l><l n="208">εἰ δʼ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,</l><l n="209">ὤ μοι ἔπειτʼ Ὀδυσῆος ἀμύμονος, ὅς μʼ ἐπὶ βουσὶν</l><l n="210">εἷσʼ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.</l><l n="211">νῦν δʼ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως</l><l n="212">ἀνδρί γʼ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·</l><l n="213">τὰς δʼ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς</l><l n="214">ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,</l><l n="215">οὐδʼ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη</l><l n="216">κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.</l><l n="217">αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι</l><l n="218">πόλλʼ ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος</l><l n="219">ἄλλων δῆμον ἱκέσθαι ἰόντʼ αὐτῇσι βόεσσιν,</l><l n="220">ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον, αὖθι μένοντα</l><l n="221">βουσὶν ἐπʼ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.</l><l n="222">καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων</l><l n="223">ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτʼ ἀνεκτὰ πέλονται·</l><l n="224">ἀλλʼ ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν</l><l n="225">ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ.</l></q><milestone n="226" unit="card" ed="p"/><l n="226"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="227">βουκόλʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας,</l><l n="228">γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει,</l><l n="229">τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·</l><l n="230">ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα</l><l n="231">ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,</l><l n="232">ἦ σέθεν ἐνθάδʼ ἐόντος ἐλεύσεται οἴκαδʼ Ὀδυσσεύς·</l><l n="233">σοῖσιν δʼ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κʼ ἐθέλῃσθα,</l><l n="234">κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν.</l></q><l n="235">τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·</l><q type="unspecified"><l n="236">αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων·</l><l n="237">γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.</l></q><l n="238"><milestone unit="para" ed="P"/>ὣς δʼ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι</l><l n="239">νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.</l><l n="240"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="241">μνηστῆρες δʼ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε</l><l n="242">ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,</l><l n="243">αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν.</l><l n="244">τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="245"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή,</l><l n="246">Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός.</l></q><l n="247"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.</l><l n="248">ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιο</l><l n="249">χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,</l><l n="250">οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,</l><l n="251">ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην·</l><l n="252">σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον</l><l n="253">κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης.</l><l n="254">σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,</l><l n="255">καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς.</l><l n="256">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="257"><milestone unit="para" ed="P"/>Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,</l><l n="258">ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,</l><l n="259">δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν·</l><l n="260">πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν</l><l n="261">ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="262"><milestone unit="para" ed="P"/>ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων·</l><l n="263">κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω</l><l n="264">πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν</l><l n="265">οἶκος ὅδʼ, ἀλλʼ Ὀδυσῆος, ἐμοὶ δʼ ἐκτήσατο κεῖνος.</l><l n="266">ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς</l><l n="267">καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.</l></q><milestone n="268" unit="card" ed="p"/><l n="268"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι
                  φύντες</l><l n="269">Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.</l><l n="270">τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="271"><milestone unit="para" ed="P"/>καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον,
                     Ἀχαιοί,</l><l n="272">Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει.</l><l n="273">οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη</l><l n="274">παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν.</l></q><l n="275"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων.</l><l n="276">κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην</l><l n="277">ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ</l><l n="278">ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.</l><l n="279"><milestone unit="para" ed="P"/>οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,</l><l n="280">μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα·</l><l n="281">πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο</l><l n="282">ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει</l><l n="283">Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.</l><l n="284"><milestone unit="para" ed="P"/>μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη</l><l n="285">λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον</l><l n="286">δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.</l><l n="287">ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,</l><l n="288">Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν·</l><l n="289">ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι</l><l n="290">μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.</l><l n="291">ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·</l><q type="unspecified"><l n="292"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι
                     εἴπω·</l><l n="293">μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,</l><l n="294">ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον</l><l n="295">ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται.</l><l n="296">ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς</l><l n="297">ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ</l><l n="298">δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.</l></q><milestone n="299" unit="card" ed="p"/><l n="299"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.</l><l n="300">κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς</l><l n="301">ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ</l><l n="302">σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.</l><l n="303">Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·</l><q type="unspecified"><l n="304"><milestone unit="para" ed="P"/>Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο
                     θυμῷ·</l><l n="305">οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.</l><l n="306">ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,</l><l n="307">καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο</l><l n="308">ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ</l><l n="309">φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>