<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.366-21.14</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.366-21.14</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><q type="unspecified"><l n="366">καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.</l><l n="367">τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν</l><l n="368">ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο</l><l n="369">μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος</l><l n="370">ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.</l></q><l n="371"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,</l><l n="372">ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.</l><l n="373">μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες</l><l n="374">Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες·</l><l n="375">ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="376"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος·</l><l n="377">οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,</l><l n="378">σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων</l><l n="379">ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης.</l><l n="380">ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.</l><l n="381">ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·</l><l n="382">τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες</l><l n="383">ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι.</l></q><l n="384"><milestone unit="para" ed="P"/>ὣς ἔφασαν μνηστῆρες· ὁ δʼ οὐκ ἐμπάζετο μύθων,</l><l n="385">ἀλλʼ ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί,</l><l n="386">ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.</l><l n="387"><milestone unit="para" ed="P"/>ἡ δὲ κατʼ ἄντηστιν θεμένη περικαλλέα δίφρον</l><l n="388">κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,</l><l n="389">ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.</l><l n="390">δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο</l><l n="391">ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλʼ ἱέρευσαν·</l><l n="392">δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,</l><l n="393">οἷον δὴ τάχʼ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ</l><l n="394">θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο.</l></div><div n="21" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="2">κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,</l><l n="3">τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον</l><l n="4">ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.</l><l n="5">κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,</l><l n="6">εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ</l><l n="7">καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν.</l><l n="8">βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν</l><l n="9">ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,</l><l n="10">χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.</l><l n="11">ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη</l><l n="12">ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί,</l><l n="13">δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας</l><l n="14">Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>