<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.364-21.61</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.364-21.61</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><q type="unspecified"><l n="364">Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν·</l><l n="365">εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω</l><l n="366">καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.</l><l n="367">τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν</l><l n="368">ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο</l><l n="369">μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος</l><l n="370">ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.</l></q><l n="371"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,</l><l n="372">ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.</l><l n="373">μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες</l><l n="374">Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες·</l><l n="375">ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="376"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος·</l><l n="377">οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,</l><l n="378">σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων</l><l n="379">ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης.</l><l n="380">ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.</l><l n="381">ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·</l><l n="382">τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες</l><l n="383">ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι.</l></q><l n="384"><milestone unit="para" ed="P"/>ὣς ἔφασαν μνηστῆρες· ὁ δʼ οὐκ ἐμπάζετο μύθων,</l><l n="385">ἀλλʼ ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί,</l><l n="386">ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.</l><l n="387"><milestone unit="para" ed="P"/>ἡ δὲ κατʼ ἄντηστιν θεμένη περικαλλέα δίφρον</l><l n="388">κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,</l><l n="389">ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.</l><l n="390">δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο</l><l n="391">ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλʼ ἱέρευσαν·</l><l n="392">δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,</l><l n="393">οἷον δὴ τάχʼ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ</l><l n="394">θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο.</l></div><div n="21" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="2">κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,</l><l n="3">τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον</l><l n="4">ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.</l><l n="5">κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,</l><l n="6">εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ</l><l n="7">καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν.</l><l n="8">βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν</l><l n="9">ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,</l><l n="10">χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.</l><l n="11">ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη</l><l n="12">ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί,</l><l n="13">δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας</l><l n="14">Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.</l><l n="15">τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν</l><l n="16">οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς</l><l n="17">ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·</l><l n="18">μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν</l><l n="19">νηυσὶ πολυκλήϊσι τριηκόσιʼ ἠδὲ νομῆας.</l><l n="20">τῶν ἕνεκʼ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς</l><l n="21">παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.</l><l n="22">Ἴφιτος αὖθʼ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο</l><l n="23">δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοί·</l><l n="24">αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,</l><l n="25">ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον,</l><l n="26">φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,</l><l n="27">ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ,</l><l n="28">σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατʼ οὐδὲ τράπεζαν,</l><l n="29">τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν,</l><l n="30">ἵππους δʼ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.</l><l n="31">τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,</l><l n="32">τὸ πρὶν μέν ῥʼ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ</l><l n="33">κάλλιπʼ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.</l><l n="34">τῷ δʼ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,</l><l n="35">ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ</l><l n="36">γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν</l><l n="37">Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,</l><l n="38">ὅς οἱ τόξον ἔδωκε. τὸ δʼ οὔ ποτε δῖος Ὀδυσσεὺς</l><l n="39">ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν</l><l n="40">ᾑρεῖτʼ, ἀλλʼ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο</l><l n="41">κέσκετʼ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.</l><milestone n="42" unit="card" ed="p"/><l n="42"><milestone unit="para" ed="P"/>ἡ δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν</l><l n="43">οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων</l><l n="44">ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,</l><l n="45">ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς,</l><l n="46">αὐτίκʼ ἄρʼ ἥ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,</l><l n="47">ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας</l><l n="48">ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος</l><l n="49">βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα</l><l n="50">πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.</l><l n="51">ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ</l><l n="52">ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο.</l><l n="53">ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον</l><l n="54">αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.</l><l n="55">ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,</l><l n="56">κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος.</l><l n="57">ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,</l><l n="58">βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς</l><l n="59">τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην</l><l n="60">ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί.</l><l n="61">τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>